ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΤ’ ΙΗΤΡΕΙΟΝ
ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ
ΥΠΟΜΝΗΜΑ Β.
1. Ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον καὶ ἐργαζόμενον.
2. ἐργαζόμενον μὲν ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως,
3. ταχέως μὲν ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως
4. δρῇν. εὐπορίη δὲ ἐς πᾶν ἑτοίμη, εὐρυθμίη δὲ ὁρῆσθαι
5. ἡδέως. ἀφ’ ὧν δὲ ταῦτα ἀσκημάτων εἴρηται.
1. Τὰ μέντοι κοινὰ ταῖς ἐπιδέσεσιν ἀμφοτέραις ἐστὶ, τὰ
2. δὲ καθ’ ἑτέραν αὐτῶν ἴδια, τὰ μὲν εὐπόρως καὶ ταχέως
3. τῆς γενομένης ἐπιδέσεως ἴδια, τὰ δὲ ἀγαθῶς καὶ καλῶς
4. τῆς ἤδη γεγονυίας. ὀνομάζει δ’ αὐτὸς τὸ μὲν τῆς γινομένης
5. ἐπιδέσεως ἐργαζόμενον εἶδος, τὸ δὲ τῆς ἤδη γεγονυίας
6. εἰργασμένον, τὸ δὲ ἀπόνως καὶ εὐρύθμως ἄμφω
7. ἐστὶ κοινά· τὸ μὲν ἀπόνως κατ’ ἄμφω, τῷ τε ὀνόματι
8. καὶ τῷ σημαινομένῳ, τὸ δὲ εὐρύθμως τῷ μὲν ὀνόματι
9. κατ’ ἄμφω, τῷ σημαινομένῳ δὲ οὐχ ὡσαύτως. ἐπὶ μὲν
10. γὰρ τῆς ἔτι γιγνομένης ἐπιδέσεως ἡ εὐρυθμία κατὰ τὴν
11. τῶν χειρῶν γίγνεται κίνησιν, ἐπὶ δὲ τῆς γεγονυίας ἤδη κατὰ
12. τὴν οὖσαν περιβολὴν τῶν ὀθονίων. ἐγχωρεῖ δὲ τὴν γιγνομένην
13. ἔτι περιβολὴν τῶν ἐπιδέσμων εὔρυθμον γίγνεσθαι
14. φάναι κατὰ τὸ ἐργαζόμενον εἶδος τῆς ἐπιδέσεως. μή τι δὲ
15. καὶ τὸ ἀπόνως ἐπὶ πλέον ἐστὶν ἐν τῇ γιγνομένῃ τῆς ἤδη
16. γεγονυίας. ἡ μὲν γὰρ ἤδη γεγενημένη κατὰ τὴν τῶν ἐπιδέσμων
17. μόνην θλίψιν ὀδύνην φέρει· ἡ δὲ γιγνομένη καὶ
18. κατὰ τοῦτο μὲν, ἀλλὰ κατὰ καὶ τὸ κρατεῖσθαι τὸ κῶλον οὐ
1. προσηκόντως, ἢ μή. θλίβεται γὰρ ἐνίοτε κατὰ τοῦτο μὲν
2. αὐτῆς τῆς ἐπιβολῆς τῶν ἐπιδέσμων ἀναμαρτήτως ἐπιτελουμένης.
3. ἐγχωρεῖ δὲ φάναι καὶ κατὰ τὴν τῶν ψαυόντων ὁμιλίαν
4. ἤτοι ψαύουσαν ἢ μὴ, κοινὴν ἀμφοῖν εἶναι· κατὰ μὲν
5. τὴν γιγνομένην ἐπίδεσιν ὑπὸ τῶν κρατούντων τὸ θεραπευόμενον
6. μέρος ἤτοι θλιβόντων ἢ μή· κατὰ δὲ τὴν ἤδη
7. γεγονυῖαν ἐκ τῆς ἀναλήψεως μὲν ὡς ἐπὶ χειρὸς τὴν ταινίαν,
8. ἀποθέσεως δὲ ὡς ἐπὶ σκέλους τὰ ἐπιβεβλημένα, καθ’
9. ἃ ἐστήρικται. οὐ μικρὸν δὲ τῇ τῆς γιγνομένης ἐπιδέσεως
10. ἀπονίᾳ συντελεῖ τὸ τάχος τῆς ἐνεργείας, ὃ πάλιν αὐτὸ διὰ
11. τῆς εὐπορίας μάλιστα συμπληροῦται. καὶ δὴ ταῦτά ἐστι τὰ
12. κυριώτατα τῆς γιγνομένης ἐπιδέσεως ἀγαθὰ, τό τε τῆς κρατήσεως
13. ἄθλιπτον καὶ τὸ τῆς εὐπορίας ἕτοιμον. ἡ γὰρ ἐν
14. τῷ σχήματι πλημμέλεια κοινὴ καὶ τῶν ἐπιδεδεμένων μορίων
15. ἐστί. καὶ νῦν ὁ λόγος ἐνέστηκεν αὐτῷ περὶ τῆς ἐν τῷ
16. προσήκοντι σχήματι γιγνομένης ἐπιδέσεως. ἰδίαι ἀρεταὶ καὶ
17. κακίαι τῶν σχημάτων εἰσὶν, ὥσπερ καὶ τῶν ἐπιδέσμων, ὑπὲρ
18. ὧν νῦν μόνον ποιεῖται τὸν λόγον ἄνευ τοῦ σχήματος. ὅταν
1. οὖν εὐπόρως ἡ ἐπίδεσις γένηται, ταχέως ἀνύει τὸ ἔργον.
2. αὐτὸς γὰρ ἐδήλωσε τὴν εὐπορίαν ὅ τι ποτὲ δύναται σημαίνειν
3. ἐν τῷ φάναι, εὐπορίη δὲ ἐς πᾶν ἑτοίμη. καὶ γίγνεται
4. τοῦτο προεγνωσμένου τοῦ νῦν ἐπιδοῦντος, ὡς μηδεμίαν ἀμφιβολίαν
5. αὐτῷ καὶ σκέψιν ὑποπίπτειν, ἐνεργοῦντος πρότερον
6. ὡς δεῖ, πῶς ἢ ὡς μὴ δεῖ, πῶς ἄγειν τὸν ἐπίδεσμον. ἡ γοῦν
7. ἐλευθερία ταυτὸν οὖσα τῷ ἑτοιμωτάτη ῥᾴστην ἀποτελεῖ τὴν
8. ἐνέργειαν. αὐτὸς δὲ εἶπε τὴν ἀπονίαν ἐκ τοῦ ῥᾳδίως δρᾷν
9. γίγνεσθαι. πρόδηλον δὲ ὅτι καὶ τάχος ἔζευκται ταῖς εὐπόροις
10. τε καὶ ταχείαις ἐνεργείαις. ἡ μὲν οὖν ἀπονία τῶν
11. λυσιτελεστάτων ἐστὶ τῷ χειριζομένῳ καὶ δι’ αὐτὴν τὸ τάχος
12. εὐπορία ῥᾷστον, εἰ καὶ ταῖς ἐνεργείαις εὐπορίζουσα. τὸ δὲ
13. τῆς εὐρυθμίας ἡδονὴν τοῖς ὁρῶσιν ἐργαζόμενον, ὡς ἐφεξῆς
14. αὐτὸς εἶπεν, ὡς ἐκ περιουσίας κεῖται τῷ χειρίζοντι, ἐπαῦξον
15. αὐτῷ τὴν παρὰ τοῖς ἰδιώταις δόξαν. ἧς ὁ μὲν φιλόδοξος
16. ἀνὴρ ἥττων ἐστὶν ὡς ἐραστὴς παιδικῶν, ὁ δὲ φιλάνθρωπος
1. οὐ ἥττων μὲν, ἀντιποιεῖται δὲ ἐπαινεῖσθαι, φροντίζων τοῦ
2. μᾶλλον πιστεύεσθαι παρὰ τοῖς κάμνουσι· καὶ γὰρ καὶ πειθομένους
3. αὐτῷ μᾶλλον ἕξει, λυσιτελὲς δὲ μᾶλλον τοῦτ’
4. ἔστιν αὐτοῖς. ἕνεκα τοίνυν ταύτης τῆς παρὰ τοῖς πολλοῖς
5. εὐδοξίας οὐ μόνον ἰατρὸς, ἀλλὰ καὶ φιλόσοφος ἀντιποιεῖται.
6. μᾶλλον γὰρ ὠφελεῖ τοὺς ἀνθρώπους τιμώμενός τε καὶ θαυμαζόμενος
7. ὑπ’ αὐτῶν, ὡς ἂν καὶ μᾶλλον μιμουμένων ἃ
8. πράττει καὶ πειθομένων οἷς κελεύει, καθάπερ τινὸς θεοῦ
9. προστάγμασιν. ἀφ’ ὧν δὲ ταῦτα ἀσκημάτων εἴρηται· τὸ
10. ταχέως καὶ ἀπόνως καὶ ῥᾳδίως καὶ εὐπόρως, ἀφ’ ὧν ἀσκημάτων
11. περιγίγνεται τοῖς ἰατροῖς, εἰρῆσθαί φησι. καὶ γὰρ
12. εἴρηται μάλιστα μὲν ἐν τῷ τοῖς ἔργοις ἀσκεῖν, ἑκατέρῃσι
13. δρῶντα καὶ ἀμφοτέρῃσιν ἅμα. ὅμοιαι γάρ εἰσιν ἀμφότεραι,
14. ἤδη δὲ κἀν τῷ ἀσκεῖν δακτύλοις μὲν ἄκροις, τὰ πλεῖστα
15. λιχανῷ πρὸς μέγαν, ὅλῃ δὲ καταπρηνεῖ, ἀμφοτέρῃσι δὲ
16. ἐναντίῃσι.