1. Ἄμμα δὲ καὶ ῥάμμα μαλθακὸν, οὐ μέγα.
2. Πάλιν κἀνταῦθα, καθάπερ ἐν ἀρχῇ τοῖν δυοῖν ὀνομάτοιν
3. ἐμνημόνευσεν, ἐφεξῆς ἀντιδιαιρῶν ἀλλήλοις τὰ πράγματα
4. καθ’ ἢν ἐπιφέρεσθαι δοκεῖ· ῥάμμα μὲν ὀνομάζων τὸ
5. διεκβαλλόμενον ἅμα τῇ βελόνῃ τὴν ὕλην ἔχον ἤτοι λινὸν ἢ
6. ἔριον ἤ τι τοιοῦτον. τὸ δὲ ἐξ ἐπιπλοκῆς τελαμώνων ἢ
7. τῶν σκελῶν τοῦ ἐπιδέσμου γενόμενον ἄμμα. πρόδηλον μὲν
8. οὖν ὡς ἑκάτερον αὐτῶν μαλθακὸν εἶναι προσῆκεν, εἴ γε μὴ
9. μέλλοι θλίβεσθαι· ὅτι δὲ καὶ μὴ μέγα τὸ κατὰ τὰς ἐνεργείας
10. ἐπαινούμενον ὑπ’ αὐτοῦ, τάχος ἐνδεικνύμενον ἐν μακροῖς
11. ῥάμμασι γενέσθαι. ἐπὶ μέρους δὲ ἐπὶ τῶν τελαμώνων
12. τε καὶ σκελῶν καὶ καταλημμάτων, ὀνόματα γὰρ αὐτοῖς
13. τίθενται ταῦτα, κρεμασθήσεται οὖν μετὰ τὰ ἅμματα περιττὰ
14. πρὸς τῷ ματαίως ἐξηρτῆσθαι καὶ δυσχέρειαν παρέχοντα
15. κατὰ τὰς περιπλοκὰς, ἐνίοτε τῶν ψαυόντων τραυμάτων.
16. ἀκριβῶς δὲ εἶπεν, οὐ μέγα, δυνάμενος εἰρηκέναι μικρὸν,
1. ἀλλ’ ὥσπερ τὸ μέγα φευκτέον ἐστὶ δι’ ἅς εἶπον ἀτοπίας,
2. οὕτω καὶ τὸ μικρὸν τῆς ἐνεργείας ἐν τῷ καιρῷ διαδιδράσκον,
3. ἐνίοτε τὰς λαβὰς τῶν ἐπιβαλλομένων αὐτῷ δακτύλων
4. καὶ διὰ τοῦτο τριβὴν καὶ χρόνου μῆκος ἐργαζόμενον,
5. ἔν τε τῇ δέσει πολλάκις ἐξολισθάνον ἀπὸ τοῦ συνδεομένου
6. διὰ βραχύτητα καὶ διὰ τοῦτο δεύτερον ἡμᾶς ἀναγκάζον
7. ἐνεργεῖν ἀμφ’ αὐτὸν καὶ δοκιμάζειν καὶ δεδέσθαι ποτὲ
8. δοξὰν τὸ μικρὸν ἅμμα λύεται μετὰ ταῦτα κατὰ τὸν τῆς
9. ἐπιδέσεως καιρόν. εὔλογον οὖν ἐστι καὶ τὸ πάμμικρον,
10. ὥσπερ καὶ τὸ μέγα φεύγειν, αἱρεῖσθαι δὲ ὥσπερ ἐν
11. ἅπασιν, οὕτω κἀν τῷδε τὸ σύμμετρον, ὥσπερ ἐνίοτε μετὰ
12. τὴν τοῦ θατέρου τῶν ἄκρων ἀπόφασιν ὀνομάζουσιν, ὥσπερ
13. καὶ νῦν ὁ Ἱπποκράτης μὴ μέγα, κἂν μὴ μικρὸν εἴρηκε,
14. ταὐτὸν ἂν ἐδήλωσεν.