5. Ἐπιδεῖν δεξιὰ ἐπ’ ἀριστερὰ καὶ ἀριστερὰ ἐπὶ δεξιὰ, πλὴν
6. κεφαλῆς, ταύτην δὲ κατ’ ἴξιν.
7. Περὶ τῶν καταγμάτων μάλιστα τοῦ παραγγέλματος οὗ
8. νῦν παραγγέλλει μεγίστη γίνεται χρεία. περιτρέπειν γὰρ
9. ἀεὶ χρὴ πρὸς τοὐναντίον, ὅταν ἐκ θατέρου ἕλκους ᾖ, τοῦ
10. μὲν δεξιοῦ πεπονθότος ἐπὶ τὸ λαιὸν, εἰ δ’ ἐκεῖνο πάθοι,
11. πρὸς τοὐναντίον, ὡς ὅταν γεγονὸς ὀστοῦν ὅλον ἐγκάρσιον ἢ
12. κατεαγὸς ἢ ἰσόῤῥοπον τὴν ἐπίδεσιν ποιούμεθα, περιβάλλοντες
13. αὐτῷ σπλῆνας ἐν σχήματι τῷ καλουμένῳ ἐν κύκλῳ.
14. τὸ τοίνυν λεγόμενόν ἐστι τοιοῦτον· ἐπιδεῖν τὰ μὲν δεξιὰ
1. μέρη πεπονθότα περιτρέποντας ἐπ’ ἀριστερὰ, τὰ δ’ ἀριστερὰ
2. τοὐναντίον ἐπὶ τὰ δεξιά. γίνεται δὲ τοῦτο
3. τὴν μὲν ἀρχὴν τοῦ ἐπιδέσμου βαλλομένων ἡμῶν κατὰ τὸ
4. πεπονθὸς μέρος, οὔτε ἀκριβῶς κατ’ αὐτοῦ τοῦ κατάγματος
5. ἢ τοῦ ἕλκους, ἀλλ’ ἔνθεν καὶ ἔνθεν τούτων, τῇ δ’ ἑτέρᾳ
6. περιτρεπόντων ἐπὶ τἀναντία τὸ πεπονθὸς ἅμα τῷ πιλεῖν.
7. ἐπειδὰν δὲ ἐπὶ τὸ ἀντικείμενον μέρος ἐπίδεσμος ἑλιττόμενος
8. γένηται, μηκέτι ἐκεῖ σφιγγόντων ὁμοίως ἔτι δὲ μᾶλλον οὐδὲ
9. περιτρεπόντων ἄχρις ἂν ἐν κύκλῳ περιελιττόμενος ὁ ἐπίδεσμος
10. ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἀφίκηται· τηνικαῦτα γὰρ κατείχομεν
11. ἔμπροσθεν χειρὶ τὴν ἀρχήν. ταύτῃ πάλιν ἐκεῖνο τὸ
12. μέρος τοῦ ἐπιδέσμου τὸ ψαῦσαν αὐτῆς ἐπιτιθέντες, κατ’
13. αὐτῆς ἀσφαλῶς κρατοῦμεν, ὥστε δευτέρας ἄρξασθαι αὖθις
14. κατὰ τὴν τῶν αὐτῶν ἐπιβολὴν ὁμοίως τῇ πρώτῃ πιλούσης
15. τε καὶ περιτρεπούσης ἐπὶ τὰ ἐναντία· καὶ ταύτην πάλιν
16. ὡσαύτως τῇ πρώτῃ περιελίξαντες, ὅταν αὖθις ἐπὶ τὴν ἀρχὴν
17. ἀφικώμεθα, κρατήσαντες ὁμοίως τῇ ἑτέρᾳ χειρὶ τὸν
18. ἐπίδεσμον ἀνατείνομεν, τῇ ἑτέρᾳ πιλοῦντές τε καὶ περιτρέποντες
1. ἐπὶ τὸ ἀντικείμενον μέρος πεπονθός. οὐ μόνον δὲ
2. τὰ κῶλα κατὰ τοῦτον ἐπιδοῦμεν τὸν τρόπον, ἀλλὰ καὶ τὰς
3. πλευράς. εἰ μὲν ἐπὶ τοῖς δεξιοῖς μέρεσιν ἡ πεπονθυῖα τύχῃ,
4. τὴν ἀρχὴν ἐνταῦθα βαλλόμενοι τὴν νομὴν ἐπ’ ἀριστερὰ
5. ποιούμεθα, καθ’ ὃν εἴρηται τρόπον. εἰ δ’ ἐν τοῖς ἀριστεροῖς
6. εἴη τὸ πάθος, ἀπὸ τούτου ἀρξάμενοι τὴν οἷον ὁδοιπορίαν
7. τῆς ἐπιδέσεως ἐπὶ τὸ δεξιὸν μέρος ἐργαζόμεθα, κεφαλὴν
8. δ’ οὐκ ἔστι περιλαβεῖν οὕτως ἐν κύκλῳ· κωλύει γὰρ
9. ὁ τράχηλος συμφυὴς ὢν αὐτῇ. διὰ τοῦτο οὖν ἐπ’ αὐτῆς,
10. ἐάν τε κατὰ τὸ δεξιὸν μέρος, ἐάν τε κατὰ τὸ ἀριστερὸν ᾖ
11. τὸ τῆς ἐπιδέσεως δεόμενον πάθος τὴν κατ’ ἴξιν, ὅπερ ἐστὶ
12. κατ’ εὐθυωρίαν, αἱρούμεθα, διὰ μὲν τῆς κορυφῆς ἀγομένου
13. τοῦ ἐπιδέσμου, καταγομένου δ’ ἐντεῦθεν ἐπ’ ἄκραν τὴν
14. κάτω γένυν, εἶτ’ ἀναγομένου πάλιν ἐπὶ τὸ πεπονθὸς, εἴτ’
15. αὖθις πάλιν ὁμοίως, εἴτε δὶς εἴτε τρὶς αὔταρκες εἶναι νομίζομεν
16. ἑλιττομένου μέχρι τῆς τελευτῆς· αὕτη δὲ πάντως
17. κατὰ τῆς κορυφῆς γιγνέσθω. μονιμώτατον γὰρ οὕτως ἐργάζεται
18. χωρίον τοῦτο.