Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.13, ed. Kühn, 1830, vol. 18b, p. 758-759. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.13


1. Τὰ δ’ ὑπεναντία ἀπὸ δύο ἀρχέων· ἢν δὲ ἀπὸ μιῆς, ἐφ’
2. ὅπερ ὅμοιον ἐς τὸ μόνιμον, οἷον τὸ μέσον τῆς κεφαλῆς
3. καὶ εἴ τι ἄλλο τοιοῦτον.

4. Δύο διανοίας λέξις ἥδε δύναται λαβεῖν, ὥστε ἤτοι περὶ
5. πάντων τῶν μερῶν τοῦ σώματος ἢ περὶ μόνον τῶν τῆς κεφαλῆς
6. ἀκούειν. εἰρηκὼς γὰρ πλὴν κεφαλῆς, δεξιὰ ἐπὶ ἀριστερὰ,
7. ταύτην δὲ κατ’ ἴξιν ἐπιδεῖσθαι. λοιπὸν οὖν, τῶν
8. αὐτῆς ὄντων μερῶν ἐναντίον ἀλλήλοις, ὧν τὸ μὲν ὀπίσω τε
9. καὶ κατὰ ἰνίον ἐστὶ, τὸ δὲ πρόσω τε καὶ κατὰ μέτωπον,
10. ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖν ἀξιοῖ. αὗται δὲ αἱ ἀπὸ δύο ἀρχέων
11. ἐπιδέσεις, ὅταν τὸ μέσον ὂν ὅλου τοῦ ἐπιδέσμου κατὰ
12. τοῦ πεπονθότος ἐρείσαντες ἰσόῤῥοπον ἑκάτερον αὐτῶν τῶν
13. μερῶν ἐπὶ τὸν ἀντικείμενον ἄγωμεν τόπον. ὅσαι δ’ οὖν
14. τελευταὶ τῶν οὕτως ἐπιτελουμένων ἐπὶ μέτωπον ἄγονται,
15. μονιμώτερον ἰνίου τοῦτο τὸ χωρίον. ἐὰν δὲ ὁ λόγος
16. αὐτῷ περὶ πάντων ᾖ τῶν μορίων, ἐροῦμεν εἰρῆσθαι τὰ ἐναντία, 
1. τὰ καθ’ ἑκάτερον μέρος ὁμοίως διακείμενα, τουτέστιν
2. ἤτοι δεξιόν τε καὶ ἀριστερὸν ἢ τοὐπίσω τε καὶ πρόσω.
3. πεπονθότων δὲ ὁμοίως αὐτῶν, ὡς ἐπειδὰν τὰ καλούμενα
4. καυληδὸν γένηται κατάγματα, τὴν ἐπίδεσιν ἀπὸ δυοῖν ἀρχῶν
5. ποιήσεις, καθάπερ ἔφαμεν ἐπὶ τῶν σχιδακιδὸν περιβαλλομένων
6. γίγνεσθαι σπληνῶν. ἐὰν δὲ ἀπὸ μιᾶς ἀρχῆς,
7. φησὶν, ἐπιδέῃς τὰ τοιαῦτα κατὰ τὴν ὁμοιότητα τῆς ἀπὸ
8. δυοῖν ἀρχῶν ἐπιδέσεως, ἑλίττων τὸν ἐπίδεσμον οὕτως ἄξεις
9. ἐπὶ τὸ μόνιμον χωρίον, ὡς ἐνταῦθα τελευτήσῃ. παράδειγμα
10. δὲ μονίμου χωρίου τὸ μέσον τῆς κεφαλῆς ἐποιήσατο ἀρκεσθεὶς
11. τούτῳ, ἐπειδὰν κατὰ τὸ παρὸν μέλλει μετ’ ὀλίγον
12. ἀκριβῶς ἅπαντα τὸν λόγον διέρχεσθαι. διδάσκων ὅπως δεῖ
13. τὴν τελευτὴν τοῦ ἐπιδέσμου γίγνεσθαι πρὸς τὴν ὅλην ἐπίδεσιν
14. ἀμετακίνητον φυλάττεσθαι. τὸ οὖν ἐφ’ ὅπερ ὅμοιον
15. ἐπ’ ἀμφοῖν ἀκουστέον τῆς ὅλης νομῆς τοῦ ἐπιδέσμου καὶ
16. τῆς τελευτῆς.

Cliquer un n° de page pour en afficher l’image