1. Τά δὲ κινούμενα οἶον ἄρθρα, ὅπη μὲν συγκάμπτεται, ὡς
2. ἥκιστα καὶ εὐσταλέστατα περιβάλλειν, οἷον ἰγνύην, ὅπη δὲ
3. περιτείνεται, ἁπλᾶ τε καὶ πλατέα, οἷον ἡ μύλη.
4. Ἐλάχιστα περιβαλεῖν ὀθόνια κατά τε τὴν ἰγνύαν καὶ
5. τὰ ταύτης παραπλήσια κελεύει καὶ μάλιστα εὐσταλῆ. τὸ
6. δὲ σημαίνει τὸ συνηγμένον εἰς ὀλίγον, τὸ δὲ ἀντικείμενον
7. τῇ ἰγνύῃ μόριον, τὴν μύλην ἐναντίως ἐπιδεῖσθαι κελεύει.
8. τὸ δὲ ἐναντίως ἐστὶν ἅπασι τοῖς ἐναντίοις καὶ μηδαμόθεν
9. συνεσταλμένοις ὁπόσον ἐγχωρεῖ. παραπλησίως δὲ τῇ μὲν
10. ἰγνύῃ ἅπαντα μόρια καθάπτεσθαι συμβαίνει τοῖς ἄρθροις·
11. τῇ δὲ μύλῃ κατὰ τὴν ἔκτασιν αὐτῷ γενέσθαι. καλοῦσί τινες
12. ἐπιγουνίδα τὴν μύλην ταύτην, ὥσπερ ἕτεροί τινες ἐπιγουνατίδα.
13. κατὰ ταύτην μὲν οὖν, ἔφη, πλατὺν χρὴ περιτάττεσθαι,
14. τὸν ἐπίδεσμον, ὡς ὅλην αὐτὴν περιλαμβάνειν. ὁ
15. γὰρ μὴ περικείμενος οὕτως ἢ πρὸς τὴν ἄνω χώραν ἀναχθήσεται
1. ῥᾳδίως ἢ πρὸς τὴν κάτω περισφαλλόμενος ἐφ’ ἑκάτερα
2. διὰ τὴν κυρτότητα τῆς μύλης. τῇ δὲ ἰγνύῃ συνεσταλμένον
3. τὸν ἐπίδεσμον ἀξιοῖ περιβαλεῖν· οὔτε γὰρ ὑποδέξασθαι δύναται
4. τὸ εἰς πλάτος ἐκτεταμένον οὔτε φυλάξαι.