5. Προσεπιβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα
6. εἵνεκα, ἀναλήψιος δὲ τοῦ σύμπαντος ἐπιδέσμου
7. ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος,
8. οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γούνατος.
9. Τὴν τοιαύτην βραχυλογίαν ἐπαινεῖν προσῆκεν, εἰ δι’
10. ἑνὸς ὀνόματος δηλοῦται σαφῶς ὁ λόγος, ὥσπερ καὶ νῦν.
11. ὑπὸ μὲν τοῦ τῆς καταλήψεως ὀνόματος ὁ λόγος οὗτος δηλοῦται,
12. καθ’ ὃν εἴπομεν ἂν τῶν ἐν τοῖς ἄρθροις ἐπιδέσεων
13. τὸ τέλος ἀσφαλῶς φυλάττεσθαι χρὴ, διά τινος ἐκ περιττοῦ
14. γενομένης ἐπιδέσεως, ἔξω τῆς διαρθρώσεως. ὑπὸ δὲ τῆς
15. ἀναλήψεως, ἵνα πολλὴν ἔχωμεν πρόνοιαν τοῦ μήτε καταῤῥεῖν
1. εἰς τὰ κατάντη χωρία τὸν περίδεσμον, μήτε ἀνατρέχειν
2. εἴς τε τῶν κυρτῶν, ἅπερ ἀπόξη κέκληκεν αὐτὸς ἔμπροσθεν,
3. ἡνίκα ἔλεγεν εὖ γε μὴν γνῶναι, ὅτι ἐς τὰ κατάντη
4. καὶ ἀπόξη φεύγει· καὶ δῆλον δὴ γέγονεν ἐξ αὐτῶν τῶν ῥήσεων
5. αὐτοῦ, καλῶς ὑφ’ ἡμῶν εἰρῆσθαι συνεχῆ τὰ νῦν λεγόμενα
6. τοῖς κατ’ ἐκείνην τὴν ῥῆσιν λεγομένοις εἶναι, καθ’
7. ἣν ἔλεγεν, εὖ γε μὴν γνῶναι ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη
8. φεύγει. καὶ μέντοι καὶ συντομώτατον τῶν ἐπιτηδείων χωρίων
9. ἐμνημόνευσεν, ἐν οἶς χρὴ τὰ τέλη τῶν ἐπιδέσμων τίθεσθαι,
10. δύο προσηγορίαις περιλαβὼν, τῇ τῶν ἀτρεμούντων
11. καὶ τῇ τῶν λαπαρῶν. ἡσυχάζει γὰρ ὅσα τῆς διαρθρώσεως
12. ἐκτός ἐστι, κατὰ τὸ ἕτερον τῶν συναπτόντων ἀλλήλοις
13. ὀστῶν, ὡς ἐπὶ τοῦ γόνατος ἤτοι κατὰ τὸν μηρὸν ἢ τὴν κνήμην.
14. λαπαρώτερα γὰρ ταῦτά ἐστι τὰ χωρία. κέκληκε γὰρ
15. οὕτως τὰ τοῖς ἐξέχουσι μορίοις ἐναντίως διακείμενα, τουτέστι
16. τὰ κατεσταλμένα καὶ ταπεινά. καὶ γὰρ τὸ λαπαρὸν
17. ἅπαν προσέσταλται· κυρίως μὲν οὖν ἡ λαπαρὸν φωνὴ σημαίνει
18. τὸ κενὸν, ὥσπερ καὶ ἡ λαπάξαι τὸ κενῶσαι. καὶ γὰρ
1. καὶ τὸ Ἴλιον ἐξαλαπάξαι εὐναιόμενον πτολίεθρον, ἐκκενῶσαι
2. τὴν πόλιν δηλοῖ, καὶ λαπαρὰ τοῦ σώματος ἐκεῖνα τὰ μόρια
3. καλοῦσιν, ὅσα μεταξὺ τῶν τε κατὰ τοὺς λαγόνας ὀστῶν ἐστι
4. καὶ τῶν νόθων πλευρῶν· ἤδη μέντοι καὶ τὸ προσεσταλμένον
5. ἅπαν ὀνομάζουσι λαπαρὸν, ἐπειδὴ τὸ κενὸν ἐξ ἀνάγκης
6. προσέσταλται, τὴν μεταφορὰν ἀπὸ κοινοῦ συμβεβηκότος
7. ποιούμενοι.