Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.16, ed. Kühn, 1830, vol. 18b, p. 763-765. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.16


8. Ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέραν μασχάλην
9. περιβολὴ, βουβῶνος δὲ ἡ περὶ τὸν ἕτερον κενεῶνα καὶ
10. κνήμης ἡ ὑπὲρ γαστροκνημίης. ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ,
11. κάτωθεν ἡ ἀντίληψις, οἷσι δὲ κάτω, τοὐναντίον.

12. Σκοποὶ πάσης ἐπιδέσεώς εἰσι πρῶτοι καὶ μέγιστοι τῆς
13. δι’ ἑαυτὴν παραλαμβανομένης, οὐχ ὑπηρεσίας ἕνεκα τῶν
14. ὑποκειμένων τῶν πάσχοντι μορίῳ τὸ κατέχειν ἀκίνητον ὡς 
1. διεπλάσθη τὸ πεπονθὸς, ἀφλέγμαντόν τε φυλάττειν ἅπερ
2. ἱκανῶς ἐν τῷ περὶ ἀγμῶν ἐδίδαξεν. ἐπεὶ δὲ οὐ δύναται
3. ταῦτα ποιεῖν ἡ ἐπίδεσις ἄνευ τοῦ διαμένειν αὐτὴν καὶ μὴ
4. μετακινεῖσθαι πρὸς τὸ κάτω τοῦ σώματος ἢ ἄνω, διὰ τοῦτο
5. τοῖς ἀπαθέσι μορίοις ἀναγκαζόμεθα περιβάλλειν τοὺς ἐπιδέσμους,
6. ὅπως ἔνθεν μὲν ἄνω ἀγαγεῖν ἐστιν εἰκὸς ὅλην τὴν
7. ἐπίδεσιν ἡ ἀντίληψις αὐτῆς ἕλκη ἐπὶ τὸ ταπεινότερον. ἐπ’
8. ἐνίων δὲ μορίων ἡ διὰ τῶν ἀντικειμένων ἀντίληψις ὠφελιμωτέρα,
9. καθάπερ ἐπ’ ὤμου καὶ βουβῶνος. ἀκριβῶς εἰπεῖν
10. ἐπ’ ὤμου μὲν, οὐ περὶ τὸν ἕτερον ὦμον, ἀλλὰ τὴν μασχάλην·
11. ἐπὶ βουβῶνος δὲ περὶ τὸν κενεῶνα περιβάλλεσθαι δεῖ
12. τὸν ἐπίδεσμον· οὔτε γὰρ ὁ ὦμος οὔτε ὁ γλουτὸς ἀσφαλῶς
13. φυλάττειν δύναται τὰς περιβολὰς, ἀλλ’ ἡ μασχάλη καὶ ὁ
14. κενεών. ὀνομάζεται δὲ, ὡς ἔφην ἄρτι, κενεὼν ὁ μεταξὺ τοῦ
15. θώρακός τε καὶ τοῦ ἰσχίου ὀστοῦ τόπος ἀπὸ τοῦ κενεὸς
16. εἶναι, τουτέστι προσεσταλμένος, οὕτως κληθείς. εὔδηλον
17. δὲ ὅτι τὸ συμφωνεῖν καὶ ἁρμόττειν ὁμολογεῖν ἔφη· οἵ τε
18. γὰρ ὁμολογοῦντες ἐν ἔργοις καλοῖς οὐ μόνον οὐδὲν ἐναντίον
1. πράττουσιν ἢ λέγουσιν, ἀλλὰ καὶ συντελοῦσιν. ἀλλὰ τούτοις
2. τά τε εἰρημένα χωρία συμπράττει τῷ νόμῳ τῆς ἐπιδέσεως.
3. ὡσαύτως δὲ καὶ τῆς κνήμης εὐαπόῤῥυτον ἐχούσης τὴν ἐπίδεσιν
4. τῆς γαστροκνημίας ἡ ἄνω περιβολὴ χρήσιμος, κατ’
5. ἐκείνας δηλονότι τὰς ἐπιδέσεις, αἷς ἀναγκαῖόν ἐστι τὸ κυρτὸν
6. τῆς γαστροκνημίας περιλαμβάνειν, ἐπ’ αὐτῷ παρὰ τὰ
7. σφυρὰ χωρίῳ τὸ μόνιμον τῆς ἐπιδέσεως· ἐξ αὐτῶν ἔχει
8. μεταξὺ δυοῖν ἐξοχῶν κείμενα, κατὰ μὲν τῶν κυρτῶν περάτων
9. περόνης τε καὶ κνήμης, ἃ κακῶς ἔνιοι καλοῦσιν ἀστραγάλους·
10. ἄνω δὲ τῆς γαστροκνημίας αὐτῆς.

Cliquer un n° de page pour en afficher l’image