14. Ὁκόσοισι δὲ μὴ εὐκαταλήπτως τοῖς ὀθονίοισι μηδὲ
1. εὐαναλήπτως ἔχει, ῥάμμασι τὰς ἀναλήψιας ποιέεσθαι ἐκ
2. καταβολῆς ἢ ξυῤῥαφῆς.
3. Ὃ μὲν λέγει τοιόνδε ἐστίν. ἐν οἷς μέρεσιν ἢ
4. πάθεσιν δύσκολόν ἐστιν αὐτοῖς τοῖς ὀθονίοις, τήν τε κατάληψιν
5. τοῦ πέρατος τῆς ἐπιδέσεως καὶ τὴν ἀνάληψιν ποιήσασθαι,
6. ἐν τούτοις χρὴ ῥάμμασιν ἤτοι περιβαλλομένοις τῇ
7. κατὰ κύκλον ἢ συῤῥάπτουσι τὸ τῆς ἐπιδέσεως πέρας τὰς
8. καταλήψιας ποιεῖσθαι. τὸ δὲ ἄτοπον εἴη, μέρος τοῦ σώματος
9. ὀθονίοις μὲν δυσχερῆ τὴν κατάληψιν καὶ ἀνάληψιν
10. ἔχειν, ἑτοιμοτέραν δὲ τὴν διὰ τῶν ῥαμμάτων, οὔτε ἐγὼ λέγειν
11. ἔχω τοῖς ἐξηγηταῖς, εἰ μέντοι τινὰ μὴ φέροντα τὴν
12. τοιαύτην ἐπίδεσιν. οἶδα δέ τινα ἐφ’ ὧν, εἰ καὶ βραχὺ κινηθῇ
13. τὸ πεπονθὸς μόριον, ὀδύνη μεγίστη γίνεται, καθάπερ
14. εἰ πρὸ πολλοῦ τις ἐκ καταπτώσεως οὕτως ἔπαθε τὰ κατὰ
15. τὴν ῥάχιν, ὡς μηδὲ βραχὺ τὸν αὐτὸν ἐκείνης δύνασθαι φέρειν
16. τὸ μέγεθος τῆς ὀδύνης. ἠναγκάσθησαν μὲν οὖν αὐτὸν
17. τὸν μὲν χιτωνίσκον ἀφελεῖν οὐκ ἀποδύσαντες, ἀλλὰ διαῤῥήξαντες "
1. μὲν πρῶτον ἁπάσας τὰς ῥαφάς. μετὰ δὲ ταῦτα
2. παμπόλλους τοῖς διακρατοῦσιν ὅλον τὸ σῶμα χρησάμενοι
3. προσμετεωρίσαι τὸν ἄνθρωπον, ἰσοῤῥόπως ἐπὶ καθέδρας
4. πλατείας ἐκτεταμένον ῥάκος ἐπιβεβλημένον ἔχον ἐρίου πλάκα·
5. ταῦτα μὲν οὖν ἐκελεύσαμεν, ἐπειδὰν ὁ κάμνων ὑπὸ
6. τῶν διακρατούντων ὑπὸ τῆς στρωμνῆς ὑψώθη διὰ ταχέων
7. ἐπιβαλεῖν μὲν ἐκείνῃ κατὰ τὸ πλάτος, ὑποβαλεῖν δὲ τῇ ῥάχει
8. τοῦ μετεωρισθέντος. αὐτοὶ δὲ ἑτέραν ἐρίου πλάκα διαβεβρεγμένην
9. ἔχοντες ἐλαίῳ θερμῷ μετὰ τὴν ἀφαίρεσιν τοῦ
10. χιτωνίσκου, ταχέως περιβαλόντες τῇ ῥάχει, κατεκλίναμεν
11. ἐπὶ τῆς ὑποκειμένης πλακὸς ἅμα τῷ ῥάκει, καὶ οὕτως πέρατα
12. μὲν ἀνηγάγομεν ἐπὶ τὰ πρῶτα τοῦ σώματος τὰ πέρατα τῆς
13. διαβρόχου πλακὸς ἓν ἑκατέρωθεν, εἶτα· ἐπ’ αὐτὰ τὰ τῆς
14. ξηρᾶς καὶ μετ’ ἐκεῖνα τὰ τοῦ ῥάκους καὶ πρὸς ἄλληλα διὰ
15. ῥαφῶν ἡνώσαμεν· εἰ μὴ διὰ ῥαφῶν ἢ διὰ ῥαμμάτων μόνον
16. βουληθείς τι ἐργάσασθαι τὴν ἀσφάλειαν τῆς ἐπιδέσεως, ἐπέτεινεν
17. αὐτὰ πρῶτα μὲν πάντων κάτωθεν τῷ μὲν ῥάκει
18. οὕτως· οὐ γὰρ ἂν μετὰ τὴν ἐπίδεσιν. ὡσαύτως δὲ καὶ τῇ
1. τῶν κατ’ ἰσχίον μερῶν εὐπραξίᾳ μὲν, ὁπότε καὶ τὸ κατὰ
2. τὸν μηρὸν ἐπ’ ἄλλου καὶ κατὰ βραχίονά γέ ποτε καὶ τοῦ
3. τραχήλου τὴν ὀπίσω χώραν.