Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.2, ed. Kühn, 1830, vol. 18b, p. 724-733. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.2


1. Εἰργασμένον δὲ ἀγαθῶς, καλῶς· καὶ καλῶς μὲν ἁπλῶς,
2. εὐκρινέως ἢ ὅμοια ἢ ἴσα, καὶ δὲ ἴσως καὶ ὁμοίως ἢ ἄνισα
3. καὶ ἀνόμοια, ἀνίσως καὶ ἀνομοίως. τὰ δὲ εἴδεα, ἁπλοῦν,
4. ἔγκυκλον, σκέπτρον, σιμὸν, ὀφθαλμὸς, ῥόμβος καὶ ἡμίτομον.
5. ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ
6. ἐπιδεομένου.

7. Δύο τῆς ἐπιδέσεως εἰπὼν εἴδη καὶ καλέσας αὐτῶν τὸ
8. μὲν ἔτι γιγνόμενον ἐργαζόμενον, τὸ δὲ ἤδη γεγενημένον
9. εἰργασμένον, ἐν τῇ πρὸ ταύτης ῥήσει τὸ ἐργαζόμενον ὅπως
10. ἂν ἄριστα γίγνοιτο διῆλθεν, ἐν δὲ ταύτῃ τῇ νῦν προκειμένῃ
11. τὸ εἰργασμένον, ἐν ᾧ τὸ μὲν καλῶς φησιν αὐτὸς γίγνεσθαι,
12. καὶ διά τε τοῦ ἁπλῶς καὶ εὐκρινέως, τοῦ μὲν ἁπλῶς,
13. μήτε πεπαγμένον αὐτῷ τι τῶν ὀθονίων μήτ’ ἐνδεδιπλωμένον
14. μήτε ῥυσίδας ἔχον, ἀλλ’ ὁμαλῶς ἅπαντα μέρη τεταγμένον·
15. τοῦ δ’ εὐκρινέως, ὅταν αἱ δεύτεραι καὶ τρίται κατὰ
1. τὸν αὐτὸν νομαὶ προσηκόντως γίγνονται. καί μοι δοκεῖ κἀνταῦθα
2. τῶν εἰρημένων ὑπ’ αὐτοῦ δυοῖν, ἐξ ὧν συμπληροῦνται
3. τὸ καλῶς ἐπιδεδέσθαι, τὸ μὲν ἕτερον τὸ ἁπλῶς ἀνεξήγητον
4. ὡς σαφὲς εἰρηκέναι, τὸ δ’ εὐκρινῶς ἐξηγούμενος εἰρηκέναι
5. τὰ ἐφεξῆς πάντα. καὶ τοίνυν ἤδη πρόσεχε τὸν νοῦν
6. αὐτοῖς, μεμνημένος ὡς ἀρτίως ἐγὼ τὸ εὐκρινῶς ἔφην εἶναι
7. προσηκόντως. πρόσκειται μὲν δευτέραν οὖν βολὴν τοῦ ἐπιδέσμου
8. ποτὲ μὲν ἀκριβῶς ἴσην καὶ τῇ πρώτῃ μηδαμόθεν
9. παραλλάττουσαν, ἐνίοτε δὲ οὐκ ἴσην. γένοιτο δ’ ἂν ἴσα τι
10. τῶν κατὰ τὸ πλάτος αὐτοῦ μερῶν περάτων ἐς ταῦτα τελευτώντων,
11. ὡς μήτε ὑπερβάλλειν μήτ’ ἐνδεῖν τὸ ἕτερον, ἀλλ’
12. ἀμφοῖν γενέσθαι τὸ πέρας, ὡς εἰ καὶ μία τις ᾖ ἑνὸς ἐπιδέσμου
13. διπτύχου θέσις. ὡσαύτως δὲ ἤδη αὐτῇ καὶ τὴν τρίτην
14. γίγνεσθαι καὶ εἰ τετάρτης δέοι, καὶ ταύτην. ἐπὶ
15. οὖν τοῦ καλουμένου ῥόμβου τε καὶ ἡμιρομβίου τὴν ἀκρίβειαν
16. ταύτην φυλάττεσθαι χρή.

1. Τὴν μέντοι καταγματικὴν ἐπίδεσιν, ὅταν ἐπὶ πήχεος
2. ἢ βραχίονος ἢ μηροῦ γίγνηται τὸν εὐκρινέστερον τόπον ἴσχειν
3. συμβαίνει. νέμεσθαι γὰρ ἐπ’ αὐτῆς κελεύει τὸν μὲν πρῶτον
4. ἐπίδεσμον ἄνω, τὸν δὲ δεύτερον· πρότερον μὲν κάτω,
5. μετὰ ταῦτα δὲ αὖθις ἄνω μέχρις ἐς ταὐτὸν ἀφίκηται πέρας
6. τῷ δευτέρῳ. τοῦτο δὲ οὐ δύναται γενέσθαι χωρὶς
7. τοῦ παραλλάττειν ἄλληλα τὰ πέρατα τοῦ πλάτους τῶν ὀθονίων.
8. ἐν τούτῳ δὴ πάλιν αὐτὸ γενήσεται, φυλαττομένης
9. διὰ πάσης τῆς ἐπιδέσεως ἴσης τῆς ἐγκλίσεως, ἣν ἀπὸ τῆς
10. εὐκύκλου περιβολῆς ἐποιησάμεθα. καλεῖται δὲ εὔκυκλος ἡ
11. πάντα κύκλον ἀπαρεγκλίτως περιλαμβάνουσα τὸ πεπονθὸς
12. μέρος. ἐπὶ ταύτης μὲν οὖν τὰ τῆς δευτέρας καὶ τρίτης
13. τῶν ὀθονίων τοῦ πλάτους πέρατα, κατ’ ἀλλήλων ἐπικεῖσθαι
14. μήτε ὑπερέχοντός τινος μήτ’ ἐνδέοντος.

15. Τῆς δὲ ἐγκεκλιμένης ἀναγκαῖον μὲν δήπου τὴν νομὴν
16. ἢ πρὸς τὰ κάτω μέρη τοῦ πεπονθότος μέρους ἢ ἄνω γίγνεσθαι·
17. φυλάττοις δὲ κἀν τούτῳ τῆς ἐγκλίσεως ὁμοίας διὰ
1. παντὸς εὐκρινὴς οὕτως ἡ ἐπίδεσις ἔσται. εἴπερ ἤδη προσέχεις
2. τὸν νοῦν τοῖς εἰρημένοις, ἤδη σοι δῆλόν ἐστιν ἕνα μὲν
3. τρόπον εἷναι τῆς ἐγκύκλου περιβολῆς τῶν ὀθονίων, οὐκ
4. ἔχοντα τὸ μᾶλλον καὶ ἧττον, οὐχ ἕνα δὲ τῆς ἐγκεκλιμένης.
5. ἧττόν τε γὰρ καὶ μᾶλλον ἑτέραν ἑτέρας ἐγκεκλίσθαι δυνατόν·
6. ὅμως δ’ οὖν ἐνταῦθα τὴν μὲν ὀλίγον ἐγκεκλιμένην
7. σκέπαρνον ὀνομάζει, τὴν δὲ πολὺ σιμὴν ἐκ μεταφορᾶς, τοῖς
8. ὀνόμασι χρώμενος, σκέπαρνον μὲν οἱ τέκτονες ὀνομάζουσιν
9. ὄργανόν τι κατὰ τὸ πέρας αὐτοῦ, καθ’ ὃ τέμνει τὰ ξύλα,
10. βραχεῖαν ἐπιστροφὴν ἔχον ὀφρυώδη, καθάπερ ἡ ἄμβη.

11. Σιμὰ δὲ καλοῦσιν οἱ Ἕλληνες χωρία καθ’ ἃ συνάπτει
12. λόφῳ πεδίον, ἐν αὐτῇ συμβολῇ γεννᾶται τὸ σιμὸν, ἑκατέρου
13. καθ’ ἑαυτὸ τῶν συμβαινόντων οὐκ ὄντος σιμοῦ. τὸ μὲν
14. γὰρ πεδίον εὐθὺς ὁμαλές ἐστιν, ὁ δὲ λόφος ἀνάντης καὶ ὑψηλὸς,
15. καὶ ἔνθα ἀλλήλοις συμβάλλουσι τὸ σιμὸν γίγνεται σχῆμα.
16. ὡσαύτως τὸ κἂν ὁδὸς κατάντης ἀντισυνάπτει, κατὰ τὴν
1. συμβολὴν αὐτῶν γίγνεται. οὕτω καὶ τῆς ῥινὸς τὸ σιμὸν,
2. ἐν ᾧ καὶ μέσον τῶν ἑκατέρωθεν ὑψουμένων τὴν γένεσιν
3. ἔχει, καὶ ἤδη σύμπασα ἡ ῥὶς ἀπὸ τούτου τοῦ μέρους ὀνομάζεται
4. σιμή. πολλὰς γὰρ ἴσμεν ὅλοις τοῖς σώμασι προσηγορίας
5. ἀπὸ τῶν μορίων τινὶ συμβεβηκότων γιγνομένας, ὥσπερ
6. καὶ αὐτὸν τὸν σιμὸν ἄνθρωπον. οὐ γὰρ οὕτω σιμὸς,
7. ὡς παχὺς ἢ ἰσχνὸς ἢ λευκὸς ἢ μέλας, ἀλλ’ ὡς ἢ γλαυκὸς
8. ἢ χαροπὸς ἢ κυρτὸς λέγεται. ἐπὶ μὲν οὖν τῆς ῥινὸς καὶ
9. τῶν ὀδόντων ἡ σιμότης κυρίως ὀνομάζεται· ἐπὶ δὲ τῆς ἐπιδέσεως
10. ὑφ’ Ἱπποκράτους, ὥσπερ καὶ ἡ ἄμβη καὶ τὸ σκέπαρνον
11. εἶδος τῆς περιβολῆς τῶν ὀθονίων. ὅταν γὰρ κελεύῃ
12. τοὺς σπλῆνας σκεπαρνηδὸν περιβαλεῖν τῷ κώλῳ, διορίζει
13. τῆς ἐγκύκλου περιβολῆς τὸ ἐγκεκλιμένον οὕτως, ὡς τὸ
14. τεκτονικὸν σκέπαρνον. οὐ γὰρ βούλεται λοξὴν ἱκανῶς γίγνεσθαι
15. τὴν περιβολὴν τῶν σπληνῶν ἀφεστηκυῖαν πολὺ τῆς
16. ἐγκύκλου καλουμένης, ἀλλ’ ἐγκεκλίσθαι μικρὸν, ὅσον
17. ἱκανὸν ἀσφαλεστάτην ἐργάσασθαι τὴν κράτησιν τῶν
18. συντετριμμένων.

1. Εὔδηλον δὲ ὅτι καθ’ ἑκατέραν τῶν εἰρημένων ἐπιβολὴν
2. τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν, οὐδετέρας αὐτῶν
3. ἁπλῆς οὔσης οὐδὲ μονοειδοῦς, ὥσπερ ἡ ἔγκυκλος. ἐπ’
4. ἐκείνης μὲν οὖν ὑπεναντίαν ἀνάγει τῇ ἁπλῇ ἔγκυκλον· ἐφεξῆς
5. δὲ τό τε σκέπαρνον καὶ τὸ σιμὸν ἑκάτερον ἰδίᾳ καὶ
6. καταμόνας, ὡς διώρισται. τὸ τοίνυν εὐκρινέως σημαίνει
7. μὲν τὸ οἷον διακεκριμένως τε καὶ διωρισμένως γίγνεσθαι, ὡς
8. ἔφην, ἤτοι πασῶν τῶν περιβολῶν τοῦ ἐπιδέσμου τὰ αὐτὰ
9. πέρατα κατὰ τὸ πλάτος ἐχουσῶν ἢ τὴν ἔγκλισιν τεταγμένην.
10. ὀνομάζω. δὲ τεταγμένην ἔγκλισιν, εἰ τὰ φαινόμενα μετὰ
11. τοῦ πλάτους τῶν ὀθονίων ἴσον ἀλλήλων ἀφέστηκεν. ἔσται
12. δὲ καὶ τοῦτο τὴν ἴσην ἔγκλισιν ἀεὶ φυλάττοντος τοῦ ἐπιδοῦντος,
13. ἣν ἐξ ἀρχῆς ἐνεστήσατο.

14. Καινοτομοῦντες δὲ, ὥσπερ ἐν ἄλλοις καὶ μετατιθέντες
15. τὰς παλαιὰς γραφὰς, ὅ τε Ἀρτεμίδωρος καὶ ὁ Διοσκουρίδης
16. οὕτως κἀνταῦθα μεταβάλλοντες τὴν κλίσιν, ἤγουν τὴν
17. λέξιν, ἁπλοῦν ἐγκύκλως ἔγραψαν, νοήσαντες μὲν ὀρθῶς, μεταγράψαντες
18. δὲ τολμηρῶς. ἐπὶ μέντοι τῶν πλείστων οὐδὲ
1. καλῶς νοήσαντες ἐτόλμησαν μεταγράψαι, διὰ τοῦτο νῦν αὐτῶν
2. ἐμνημόνευσα, καίτοι μυρία τῶν ἔμπροσθεν ἄχρι τοῦ
3. δεῦρο μεταγεγραφότων οὐ μνημονεύσας· ἐπεὶ καὶ τοῦτ’
4. ἔδοξάν μοι, καλῶς μὲν νενοηκότες, ἐπὶ τὸ σαφέστερον δὲ
5. μεταγράψαι σφαλέντες ἐν τοῖς μικροῖς καὶ μὴ νοήσαντες,
6. ὡς ὁ γραφεὺς βούλεται. περὶ μὲν δὴ τούτων ἅπαξ ἀρκέσει
7. λελέχθαι. προειπὼν δὲ ὁ Ἱπποκράτης καλῶς μὲν, ἁπλῶς,
8. εὐκρινέως, ἐφεξῆς δὲ προσθεὶς, ὅμοια καὶ ἴσα καὶ ἴσως καὶ
9. ὁμοίως καὶ ἄνισα καὶ ἀνόμοια καὶ ἀνίσως καὶ ἀνομοίως,
10. ὡς τὸν κοινὸν σκοπὸν ἐδίδαξε τῶν εὐκρινῶν ἐπιδέσεων. τὰ
11. μὲν γὰρ ἴσα καὶ ὅμοια μέλη τοῦ σώματος ἴσως καὶ ὁμοίως
12. κατὰ πάνθ’ ἑαυτῶν τὰ μόρια τὸν ἐπίδεσμον ἐπιδεῖσθαι
13. δεῖται, τὰ δὲ ἄνισα καὶ ἀνόμοια ἀνίσως καὶ ἀνομοίως, καὶ
14. τά γε παλαιὰ τῶν ἀντιγράφων καὶ οἱ ἐξηγησάμενοι τὸ βιβλίον
15. ἐλλιπῶς ἴσασι γεγραμμένην τὴν λέξιν, οὐ προκειμένου
16. τοῦ ἀνίσως καὶ ἀνομοίως, ἀλλὰ μόνου γεγραμμένου τούτου,
17. ἄνισα καὶ ἀνόμοια, προσυπακούειν κελεύουσι τὸ ἀνίσως
1. καὶ ἀνομοίως περιλελειμμένον ὑπ’ αὐτοῦ διὰ τὸ φαίνεσθαι
2. σαφῶς ἐξ ἀκολουθίας τῆς πρὸς τὰ εἰρημένα. τὸ δὲ τῆς
3. ἑρμηνείας εἶδος οὐ βραχυλογίας ἴδιόν ἐστιν, ἀλλ’ ἡμαρτημένον
4. πρόδηλον. ἄμεινον, εἴπερ οὕτως εὑρεθῇ γεγραμμένον,
5. ἡγεῖσθαι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν πρώτων ἀντιγράφων
6. ἡμαρτήθη, καὶ τοῦτο συμβῆναι, τοῦ μὲν βιβλιογράφου
7. παραλιπόντος αὐτὰ, φυλαχθείσης δὲ ἄχρι δεῦρο τῆς ἁμαρτίας.
8. περὶ μὲν οὖν βραχίονος ἴσως καὶ ὁμοίως ἐγχωρεῖ
9. ποιεῖσθαι τὰς περιβολὰς, ἐπὶ δὲ μηροῦ καὶ πήχεος ἀπολειπομένας,
10. βραχὺ δὲ πλεῖον ἐπὶ κνήμης. ἐπ’ ὤμου μέντοι καὶ
11. ἰσχίου ἀντικειμένων μερῶν δεόμεθα, καθάπερ κἀπὶ τῶν
12. πλαγίων τῆς κεφαλῆς. τὰ μὲν γὰρ κατὰ μέτωπον καὶ ἡ
13. ῥὶς ἐγκύκλου δεῖται τῆς περιβολῆς, ἴσως καὶ ὁμοίως γιγνομένης,
14. καθάπερ καὶ τὰ κατὰ τὴν κορυφὴν, εἰ καὶ μὴ
15. ἐγκύκλως, ἀλλ’ ἴσως τε καὶ ὁμοίως, κἀνταῦθα τῆς ἐπιδέσεως
16. γιγνομένης χρῄζει. περὶ μὲν οὖν τούτων ἐν τοῖς ἐφεξῆς ἐπιμελέστερον
17. εἰρήσεται. νυνὶ δὲ ἐπὶ τὸ λοιπὸν τῆς ῥήσεως ἴωμεν.

1. Διελθὼν γὰρ ὁ Ἱπποκράτης τὰς ἁπλᾶς περιβολὰς
2. τῶν ἐπιδέσμων, τρεῖς οὔσας, ἔγκυκλον, σκέπαρνον,
3. σιμὸν, ἐφεξῆς μέμνηταί τινων συνθέτων, ὀφθαλμοῦ, ῥόμβου
4. καὶ ἡμιτόμου. καλοῦσι δὲ τὸ ἡμίτομον τοῦτο καὶ ἡμιρόμβιον.
5. εἶτ’ ἐφεξῆς πάλιν φησὶν, ἁρμόττον τὸ εἶδος τῷ εἴδει
6. καὶ τῷ πάθει τοῦ ἐπιδεσμένου τὸ εἶδος τοῦ ἐπιδέσμου
7. κελεύων ἁρμόττον εἶναι τῷ τε τοῦ πεπονθότος μέρους εἴδει
8. καὶ τῷ κατ’ αὐτὸ πάθει. τὸ μὲν γὰρ τῆς ἐπιδέσεως
9. εἶδος, ὃ καλοῦμεν ὀφθαλμὸν, ἐπ’ ὀφθαλμοῦ παραλαμβάνομεν,
10. ἤτοι πρόπτωσιν κινδυνεύοντος ἢ κρατήματος, ἕνεκα
11. τῶν ἐπικειμένων αὐτῷ· τὸν δὲ ῥόμβον ἐπὶ κεφαλῆς ἤτοι
12. ῥαφὰς κεχαλασμένας βουλόμενοι συναγαγεῖν ἢ ἕλκους ἐκπεπταμένα
13. χείλη, καί ποτε καὶ προστεῖλαι καὶ κολλῆσαι τὸ δέρμα
14. μέχρι πλείονος ἀποσεσυρμένον. ἀνάλογον δὲ τοῖσδε καὶ
15. ἡ τοῦ ἡμιρομβίου γίγνεται χρεία.

16. Ταῦτα μὲν οὖν ὡς παραδείγματα γέγραφεν Ἱπποκράτης.
17. ἀναλόγως δὲ αὐτοῖς ἡμᾶς ἐξευρίσκειν δεῖ καθ’ ἕκαστον
18. μέρος καὶ πάθος ἐπίδεσιν ἁρμόττουσαν ἢ παρὰ τῶν
1. εὑρηκότων μανθάνειν. ἄμεινον δὲ καὶ διδάσκοντα, μὴ
2. ἁπλῶς κελεύειν, ἀλλὰ μετὰ τοῦ τὴν ὁδὸν ὑφηγεῖσθαι, καθ’
3. ὃν αὐτὸς εὗρε τὸν ἐπίδεσμον. ἥ τε γὰρ ἀνάμνησις τοῖς μανθάνουσι,
4. κἂν ἐπιλανθάνωνταί ποτε, γίγνοιτ’ ἂν οὕτως ἤτοι
5. καὶ τὸ προσεπινοεῖν, ὃ μεμαθήκασιν ὑπάρξει. διὰ
6. τούτων ἴσως ἄμεινόν ἐστι καὶ ἡμᾶς ἰδίαν ποιήσασθαι καθ’
7. ἓν ὑπόμνημα διδασκαλίαν, περὶ τῆς πρεπούσης ἐπιδέσεως
8. καὶ τῷ μέρει τοῦ σώματος καὶ τῷ πάθει.

Cliquer un n° de page pour en afficher l’image