1. Ἑλίσσειν ἀμφοτέροισιν ἅμα καὶ ἑκατέροισιν χωρὶς ἀσκέειν.
2. Ὅπερ ἔμπροσθεν εἰρήκει καθόλου περὶ τῶν εἰς χειρουργίαν
3. πάντων ἔργων, ἀσκεῖν ἀξιῶν αὐτὰ δρᾷν ἑκατέροις
4. τε καὶ ἀμφοτέροισιν ἅμα, τοῦτο νῦν ἐπὶ μόνου τοῦ ἑλίσσειν
5. ἔγραψε. πρὸς γὰρ τὸ τάχος τῆς ἐνεργείας, ὅπερ ἐστὶ μέγιστον
6. ἐπὶ τῶν ὀδυνωμένων ἡ τοιαύτη τῶν χειρῶν ἄσκησις
7. ὠφελιμωτέρα. τῶν δύο μὲν οὖν χειρῶν ἑλισσουσῶν ἅμα τὸν
8. ἐπίδεσμον ἐν ταῖς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεσι, τῆς δ’ ἑτέρας
9. μόνης ἐν ταῖς ἄλλαις, ἀλλὰ καὶ ἐν ταύταις ἑκατέρας ἐν
10. μέρει διαδεχομένης τὴν ἑτέραν. ἐν μὲν γὰρ ταῖς ἀπὸ δυοῖν
11. ἀρχῶν ἐπιδέσεσιν ἀμφότεραι καθ’ ἕνα καιρὸν ἐνεργοῦσιν
12. ὁμοίως. διαδεχόμεναι γὰρ ἀλλήλας ἡ μὲν ἑτέρα τὸ κυριώτατον
13. μέρος τῆς ἐπιδέσεως ἐκτελεῖ περιελίσσουσα τὸν ἐπίδεσμον,
14. ἡ δ’ ἑτέρα χρήσιμος εἰς τὴν ταύτης ὑπηρεσίαν γίγνεται.