Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.21, ed. Kühn, 1830, vol. 18b, p. 772-773. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.21


1. Τῇ πρεπούσῃ δὲ ἐς τὰ πλάτη καὶ τὰ πάχη τῶν ὀθονίων
2. τεκμαιρόμενον χρέεσθαι.

3. Εἰς τὰ πλάτη καὶ τὰ πάχη τῶν ἐπιδουμένων μορίων
4. ἀποβλέποντα τὴν προσήκουσαν αὐτοῖς ἐπίδεσιν ἐξευρίσκειν
5. κελεύει. γιγνομένης δὲ τῆς ἐπιδέσεως ὀρθῶς κατὰ τὰ προειρημένα
6. διὰ τῶν ὅθεν ἄρχεσθαι προσήκει καὶ καθ’ ὅντινα
7. τρόπον ἑλίττειν τὰ ὀθόνια κατὰ τὸ πεπονθὸς, ὅσα τε συγκαταλαμβάνει
8. αὐτὸ μόρια καὶ τὴν τελευτὴν, ἐν ᾧ τίθεσθαι
9. καὶ πῶς ἐπ’ αὐτοῖς χρῆσθαι τοῖς ἅμμασί τε καὶ
10. ῥάμμασιν ἐδίδαξεν, ἰστέον αὐτὸν οὐδὲν τούτων δηλοῦν. οὔτε
11. γὰρ ἐκ τοῦ πλάτους οὔτ’ ἐκ τοῦ πάχους τῶν ἐπιδουμένων
12. μερῶν ἐλήφθη τι τῶν εἰρημένων, ἀλλ’ ἐκ τοῦ πάθους αὐτοῦ
13. καὶ τοῦ σχήματος τοῦ μορίου, καθ’ ὃ τὸ πάθος ἐγίνετο.
14. νῦν οὖν εὔλογόν ἐστι διδάσκειν αὐτὸν ὁπόσα κατὰ
15. τὴν ἐπίδεσιν ἀγαθὰ γίγνεται, τὴν ἐπίδειξιν ἡμῶν λαμβανόντων
16. ἐκ τοῦ πλάτους καὶ τοῦ πάχους τῶν ἐπιδουμένων μορίων.
1. ἐκ τούτων γὰρ λαμβάνεται καὶ τὸ τῶν ὀθονίων αὐτῶν
2. πλάτος τε καὶ μῆκος. οἷον ἐπὶ μὲν μικροῦ παιδίου καὶ
3. τῷ μήκει βραχέσι καὶ τῷ πλάτει στενοῖς, εὔλογόν ἐστι χρέεσθαι
4. τοῖς ἐπιδέσμοις, ἐπὶ δὲ μεγάλου νεανίσκου καὶ μακροῖς
5. καὶ πλατέσιν, ἀνάλογον δὲ κἀπὶ τῶν ἄλλων ὅσα μεταξὺ τοῦ
6. μεγάλου τε καὶ τοῦ μικροῦ σώματός ἐστιν· εἰ μὲν γὰρ ἀκριβῶς
7. ἀμφοτέρων ἐστὶ μέσον καὶ πλάτει καὶ πάχει τὸ ἐπιδούμενον
8. μέρος καὶ τὰς ὀθόνας μέσας τῷ τε πάχει καὶ τῷ
9. πλάτει ποιήσομεν ἐκείνων τῶν ὀθονίων, οἷς ἐπὶ τοῦ μεγάλου
10. καὶ τοῦ σμικροῦ σώματος ἐχρώμεθα· εἰ δὲ ἐγγυτέρω θατέρῳ
11. τῶν ἄκρων εἴη κατ’ ἐκεῖνο, καὶ τὸ ποσὸν αὐτῶν ὑπαλλάξομεν
12. αὐξάνοντες ἢ μειοῦντες.

Cliquer un n° de page pour en afficher l’image