Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.22, ed. Kühn, 1830, vol. 18b, p. 773-777. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.22


13. Ἑλίξιος κεφαλαὶ σκληραὶ, ὁμαλαὶ, εὐκρινέες.

14. Ἐφεξῆς ἀμφοτέροις ὑπάρχει τοῖς ἐπιδέσμοις πρὶν περιβαλέσθαι
15. τῷ τοῦ κάμνοντος σώματι τῆς ἐξ αὐτῶν ἐπιδέσεως 
1. γιγνομένης περὶ τὸν πεπονθότα τόπον, ἀλλὰ αἱ κεφαλαὶ
2. τῶν ἐπιδέσμων, αἵτινες ἂν ὦσιν, ἀμφοτέρων εἰσὶ κοιναί.
3. ἐάν τε γὰρ ἀρχαὶ τῶν ἐπιδέσμων, ἐάν τε πέρατα κεφαλῆς
4. νοηθῶσιν εἰρῆσθαι νῦν, ἐάν τε ἀμφότερα, καὶ πρὸς
5. τούτοις ἔτι κατὰ τὸ πλάτος αὐτῶν πέρατα, ταῦτα πάντα
6. κοινὰ ταῖς ἑλίξεσι τῶν ἐπιδέσμων ἀμφοτέραις ἐστὶν, ἅς τε
7. αὐτοὶ ἀμφοτέρας καταμίγας ἴσχουσιν, ἅς τε τῷ ἐπιβάλλεσθαι
8. τῷ σώματι λαμβάνουσιν, ὥστε τοῦτο μὲν, εἰ καὶ διαπεφώνηται
9. τοῖς ἐξηγησαμένοις τὸ βιβλίον, οὐ χαλεπὸν εἰπεῖν.
10. καὶ γὰρ ἐπὶ τῶν ἐληλιγμένων ἀληθῶς ὁ λόγος ἐστὶ καὶ τῶν
11. περιβεβλημένων τῷ σώματι· καὶ μέντοι καὶ πάντα τῶν περάτων
12. ἀκούομεν, οὐχ ὡς ἔνιοι μὲν ᾠήθησαν τῶν κατὰ μῆκος,
13. ἔνιοι δὲ τῶν κατὰ πλάτος, ἀλλὰ τὸ περὶ μόνων μὲν
14. ἐξηγησάμενοι τῶν ἐκτὸς ἐπιδέσμων εἰρῆσθαι, τὸ δὲ σφιγγόμενον
15. τῆς ἑλίξεως ὑπ’ αὐτοῦ δηλοῦσθαι νομίσαντες. ὅτι μὲν
16. οὖν ἐσφίγχθαι χρὴ τὸν ἐπίδεσμον ἔξω πρὶν ἐπιβαλέσθαι
17. τῷ σώματι πρόδηλον. εὐληπτότερον γὰρ οὕτως ἔσται, διότι
18. καὶ λεπτότερος λεπτοτέρας τε τὰς περιβολὰς ἔχων διὰ
1. τὸ τεταμένον ἐρηρίχθαι, σφιγχθῆναι γὰρ ἄλλως οὐ δύναται.
2. τὸ δὲ τὰς κεφαλὰς αὐτοῦ μόνας δεῖν ἐσφίγχθαι περιφανῶς
3. ψευδὲς, οὐ γὰρ ἐκείνας μόνον, ἀλλ’ ὅλον ἐσφίγχθαι
4. τὸν ἐπίδεσμον. ὡς οὖν ἐν ἀπόροις ἅ γέ μοι δοκεῖ ἤδη
5. φράσω· κεφαλὰς μὲν ἀκουστέον ἅπαντα τὰ πέρατα τοῦ ἐπιδέσμου
6. τά τε κατὰ μῆκος ὄντα αὐτῷ καὶ τὰ κατὰ
7. πλάτος. εἰρῆσθαι δ’ οὐ κυρίως αὐτὰ νομιστέον σκληρὰ
8. καὶ διὰ τοῦτο ἀσάφειαν ἐσχηκέναι τὸν λόγον· ἔμπροσθεν
9. γὰρ εἰπὼν ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, πῶς ἂν
10. νῦν αὖθις ἔλεγεν αὐτὰ σκληρά; κεχρῆσθαι δὲ νομίζω τῇ
11. τοῦ σκληρᾷ προσηγορίᾳ πρεπόντως τῷ δηλουμένῳ πράγματι.
12. πολλάκις γὰρ ἐπὶ τοῖς πέρασι τῶν ὀθονίων τέτταρσιν οὖσιν
13. δύο μὲν κατὰ τὸ μῆκος, ἑτέροις δὲ δύο κατὰ τὸ πλάτος,
14. ἤτοι μόνος ὁ στήμων εὑρίσκεται, μὴ ξυνακολουθούσης αὐτῷ
15. πρὸς τὸ πέρας τῆς κρόκης ἢ κρόκη μόνη χωρὶς τοῦ στήμονος.
16. ἔτι δὲ ἤτοι χαλαρὸν ἔγκειται τῷ πέρατι τῶν εἰρημένων
17. τὸ ἕτερον, ἢ κατὰ μὲν τὶ μέρος ἔγκειται, κατ’ ἄλλο
1. δ’ ὑπερεκπίπτει. τῶν οὖν τοιούτων ὀθονίων αἱ κεφαλαὶ τῆς
2. ἑλίξεως μαλακώτεραι τῶν ἑτέρων εἰσὶ κεφαλῶν, ἐν αἷς ἐξισοῦται
3. μέχρι τοῦ πέρατος ὁ στήμων τῇ κρόκῃ καὶ τῇ τούτων
4. μαλακότητι, τοὐναντίον οἶμαι κατὰ τῶν προσηκόντων, ἐληλιγμέναι
5. μὲν, ὡς ἔφη, σκληραί. βέλτιον δ’ ἦν εἰρηκέναι,
6. μὴ μαλακαὶ, καθάπερ ἔμπροσθεν περὶ τοῦ ἅμματος ἔφη,
7. μὴ μέγα. τὰ γὰρ ἐν τῷ μέσῳ τῶν ἀμετριῶν, ὡς ἔφην,
8. εἰώθασι δηλοῦν ἀποφάσκοντες ὁποτερανοῦν ἀμετρίαν. τὸ
9. μὲν οὖν εἶδος· σκληρῶν τῶν κεφαλῶν εἰρημένων οὕτως ἄν
10. τις ἀκούσειεν πιθανώτατον τῷ γε μηδὲν ἔχων ἄλλο, μηδὲ μετρίως
11. πιθανὸν εἰπεῖν καὶ τῷ τὴν εἰρημένην ἁμαρτίαν ἐν
12. τοῖς ὀθονίοις ἐν ἄλλῳ λόγῳ μηδενὶ δεδηλῶσθαι πρὸς αὐτοῦ.
13. τὸ δὲ ὁμαλὲς δηλοῦσθαι μὲν τὸ κατὰ πᾶν ἀπαραλλάκτως
14. ὅμοιον. γίγνεται δὲ τοῦτο μήτε σκληρᾶς ἢ πλατυτέρας ἐν
15. αὐταῖς τινος οὔσης μήτε μαλακωτέρας ἢ στενωτέρας ἢ
16. λεῖπόν τι καὶ διαβεβρωμένον ἐχούσης. ἔδοξε δὲ καὶ πάνυ
17. καθάπερ ἐπὶ τῶν παρυφασμάτων. γίγνεται δὲ τὸ εὐκρινὲς
18. ἐπὶ τῶν τεταμένων ὁμοίως ἐν ἅπασι τοῖς μέρεσι· καὶ κατὰ
1. τὶ μὲν οὐ πεπυσμένων ἢ πεπαγμένων, κατὰ τὶ δὲ ἐνδεδιπλωμένων
2. ἢ ἐπειλιγμένων ἀκουσόμεθα.

Cliquer un n° de page pour en afficher l’image