3. Τὰ δὲ δὴ μέλλοντα ἀποπίπτειν, κακίω ταχέως ἀποπεσόντων,
4. τὰ δὲ ὡς μήτε πιέζειν μήτε ἀποπίπτειν.
5. Σολοικὸς μὲν ἡ ἑρμηνεία πάντως ἐστὶν, ὅπως ἄν τις
6. ἀκούσῃ τῆς λέξεως. τὸ γὰρ ἀποπεσόντων, ἐάν τε κατὰ τὴν
7. τῶν Ἀττικῶν συνήθειαν εἰρῆσθαι νομίσωμεν, τῶν πτώσει
8. γενικῇ τῆς μετοχῆς πληθυντικῆς χρωμένων ἀντὶ τοῦ προστακτικοῦ
9. πληθυντικοῦ προσώπου τρίτου, ὁμοίως τῷ, Ἵπποι
10. δ’ ἐς δόλιχον παριόντων, ἐάν τε κατὰ τὴν γενικὴν πτῶσιν,
11. ἀπ’ εὐθείας τῆς ἀποπεσόντες, σολοικιοῦμεν. γενήσεται γὰρ
12. ἡ λέξις κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἀκουόντων ἡμῶν
13. τοιάδε, τὰ μέλλοντα ἀποπίπτειν, κακίω ταχέως ἀποπεσέτωσαν·
14. εἰ μὴ βούλοιο ἀποπεσέτω, πάντως ἐστὶν, ὡς
15. ἐπ’ οὐδετέρῳ τῷ τὰ μέλλοντα. ἐν τῷ δὲ τοῦ πλήθους
1. ἀριθμῷ ληπτὸν ἑλληνιστὶ τῷ ῥήματι ζεύγνυσιν ἐν τῷ ἑνικῷ
2. καὶ πληθυντικῷ. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον ἡ λέξις
3. ἔσται τοιάδε· τὰ μέλλοντα ἀποπίπτειν κακίω ταχέως
4. ἀποπεσόντων αὐτῶν. ἄμεινον δ’ οὖν ἦν γεγράφθαι τὴν ῥῆσιν
5. οὕτω· τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντα
6. καὶ δῆλόν ἐστιν, ὥσπερ ἐξ ἄλλων τινῶν, οὕτω κἀκ
7. ταύτης τῆς λέξεως, ἔν τε τοῖς κατ’ ἀληθείας μὲν οἷς τὸ
8. βιβλίον τοῦτο πρὶν ἐκδοθῆναι, καὶ διὰ τοῦτο τὰ μὲν αὐτοῦ
9. τοῦ γράψαντος αὐτὸ παρὰ γράμματος ἑνὸς ἢ δυοῖν ἀφαίρεσιν
10. ἢ πρόθεσιν ἢ ὑπάλλαξιν ἁμαρτόντος, οἷα πολλὰ συγγράφουσι·
11. τὰ δὲ ὑπὸ τοῦ πρώτου βιβλιογράφου διὰ τὸ τινὰ
12. μὲν ἀσαφέσι γράμμασι γεγραφότος αὐτοῦ τοῦ συνθέτου, οὐ
13. χεῖρον τἀσαφῶς, ἀλλὰ στοχασάμενον ὀρθῶς οὐδαμῶς ἁμαρτάνειν,
14. τινὰ δὲ τοῦ χάρτου κοπέντος ἢ κατά τινα ἄλλην
15. περίστασιν ἀπολουμένου τοῦ γράμματος ἢ συγχυθέντος· ἴσως
16. δέ τινων καὶ κατὰ τὸν ὀνομασθέντα μεταγραμματισμὸν ἁμαρτηθέντων
17. ἔκ τινων μεταβαλλόντων ἐκ τῆς παλαιᾶς γραφῆς
18. εἰς τὴν ὑστέραν γεγραμμένην πρὸς τοῦ παλαιοῦ, πλῆθος
1. ἁμαρτημάτων ἐκ τούτων ἁπάντων ἐν πολλοῖς τῶν ἀντιγράφων
2. ἠθροίσθη. περὶ μὲν δὴ τούτων καὶ ἅπαξ ἀκούσαντα
3. μεμνῆσθαι προσήκει, μακρὸν γὰρ ἂν εἴη καθ’ ἕκαστον τῶν
4. ἁμαρτημάτων λέγειν τὰ αὐτά. συγχωρήσαντες δὲ τὴν ἀναμάρτητον
5. λέξιν εἶναι τοιάνδε, τὰ μέλλοντα ἀποπίπτειν κακίω
6. ταχέως ἀποπεσόντα ζητήσομεν ἐπὶ τίνων εἴρηται, πότερον
7. ἐπὶ μελῶν τινων τοῦ σώματος ἀποπίπτειν μελλόντων
8. ἢ τῶν ἐπιδέσμων ἢ τῶν ἐπιτιθεμένων τοῖς πεπονθόσι μέρεσιν
9. ἕνεκα τῆς ἰάσεως, ἅπερ ἐστὶ καταπλάσματα καὶ φάρμακα,
10. μοτοὶ καὶ βρόχοι. παρὰ γὰρ τὰ τρία γένη ταῦτα
11. τοιοῦτον οὐδὲν φαίνεται δυνάμενον ἀποπίπτειν τῶν πασχόντων
12. σωμάτων· καὶ μέντοι καὶ λέλεκται τοῖς ἐξηγησαμένοις
13. τὸ βιβλίον ἕκαστον αὐτῶν, οὐ μόνον τὰ τρία. καίτοι γε εἴπερ
14. ἕκαστον ἔδοξεν εἶναί τινι πιθανὸν, ἐνεδέχετο καὶ πάντα
15. δόξαι· ἐμοὶ δὲ μοτοὶ μὲν ἢ μόνοι πολλάκις ἐντεθέντες, ὡς
16. ἐπὶ τῶν αἱμοῤῥαγιῶν ἢ καὶ φαρμάκοις τισὶ περαθέντες ἢ
17. ἔξωθεν αὐτοῖς ἀντὶ κρίματος ἐπιβληθέντες οὐκ ἀλόγως
18. ἀκούεσθαι δοκοῦσιν ἐν τῇ προκειμένῃ ῥήσει. προσήκει γὰρ
1. αὐτοὺς ἀποπεσεῖν μὲν πάντως, οὐ μὴν ἀποπεσεῖν ταχέως,
2. ὥσπερ οὐδὲ τοὺς βρόχους, ἀλλ’ ὅταν ἀκριβῶς ἐκπυήσαντος
3. τοῦ μορίου σὰρξ ἐπιτραφῇ τε καὶ περιτραφῇ τοῖς αἱμοῤῥαγοῦσιν
4. ἀγγείοις. ὡσαύτως δὲ καὶ τὰς ἀπὸ τῶν καυτηρίων
5. ἢ φαρμάκων καυστικῶν γενομένας ἐσχάρας, οὐ χρὴ ταχέως
6. ἀποπίπτειν, ἀλλὰ μετὰ πολλὰ φάρμακα τὰ μὲν ὑγρὰ σηπεδονώδεσιν
7. ἐκχεόμενα, τὰ δὲ ἐπιπαττόμενα ξηρὰ, τὰ δὲ κατὰ
8. σπληνικῶν ἢ ὑδερικῶν ἐπιτιθέμενα μεγάλως ὀνίνησιν, ὅταν
9. μὴ ταχέως ἀποπέσῃ· καὶ κατὰ ἄλλων δὲ μορίων καὶ διαθέσεων
10. ἐπιτιθέμενα φάρμακα τῶν ἐχεκόλλων ὀνομαζομένων
11. ὀνίνησι μεγάλως χρονίζοντα· καὶ γὰρ ἐπὶ καταγμάτων καὶ
12. μασχαλῶν ὀλισθημάτων συνεχῶς γιγνομένων, ἔτι δὲ ποδαγρικῶν,
13. ἰσχιαδικῶν τε καὶ νεφριτικῶν καὶ πάντων ἀρθριτικῶν,
14. κεφαλαίας τε καὶ ἄλλων οὐκ ὀλίγων ἐπειράθημεν ὠφελούντων
15. φαρμάκων, εἰ μὴ ταχέως ἀποπέσοι. τούτων δὲ
16. αὐτῶν ὅσα μὲν ἐχέκολλα καλεῖται, διὰ τὸ δυσαπολύτως
17. κεκολλῆσθαι καὶ τοῦ χρώματος ἔχεσθαι, οὐδεμιᾶς ἐπιδέσεως
1. χρῄζει. τινὰ δὲ εἰ μὴ κρατοῖτο πρὸς τῶν ἐπιδέσμων
2. ἀποπίπτει, περὶ ὧν νῦν ὁ λόγος ἐστὶν αὐτῷ. φησὶν οὖν· τὰ
3. δὲ ὡς μήτε πιέζειν μήτε ἀποπίπτειν, ὡς εἰ καὶ οὕτως ἂν
4. εἶπεν· ὅσα δὲ μὴ συμφέρει φάρμακα ταχέως ἀποπεσεῖν,
5. ταῦτα ἐπιδεῖν οὕτως, ὡς πιέζεσθαι μὲν ὑπὸ τῆς ἐπιδέσεως
6. τὸ πεπονθὸς μόριον, ἀσφαλῶς δὲ κρατεῖσθαι τὸ μὴ ἀποπίπτειν
7. ἴσον δύναται. τὸ μὲν οὖν τῶν ἔξωθεν ἐπιτιθεμένων
8. αὐτάρκως ὁ λόγος ἐξίσταται. περὶ δὲ τῶν μερῶν τοῦ σώματος
9. ἐφεξῆς ἴδωμεν, εἰ κἀν τούτοις ἀληθές ἐστιν ὅσα
10. μέλλει πάντως ἀποπεσεῖσθαι, ταῦτα χρὴ μήτε ταχέως ἀποπεσεῖν.
11. ἔνιοι γὰρ οἴονται ψευδῆ τὸν λόγον τοῦτον ὑπὸ τῶν
12. σεσηπότων ἐξαπατώμενοι μορίων, ἃ διὰ ταχέων ἐκκοπῆναι
13. προσήκει. τοῦτο μὲν ἀληθές ἐστιν αὐτὸ καθ’ ἑαυτὸ λεγόμενον,
14. οὐ μὴν ἐκείνῳ γε μάχεται. διαφέρει γὰρ πάμπολυ
15. τοῦ μέλλειν τῷ δεῖσθαι τῶν ἐκκοψάντων αὐτό. πολλάκις
16. γὰρ ἀποσχίδες ὀστῶν καὶ λεπίδες ἀποπίπτουσιν
17. ἐν τῷ χρόνῳ καὶ βέλτιον αὐταῖς ἐστιν ὑπὸ τῆς φύσεως
18. ὠθουμένοις κατὰ βραχὺ τὴν ἔκπτωσιν ἔχειν ἐν χρόνῳ, οὐ
1. διὰ φαρμάκων ἐρεθισθεῖσιν ἢ δι’ ὀργάνων ἐκλυθεῖσιν. ὅσα
2. γὰρ ὑπὸ βίας ἀθρόως ὑποσπᾶται, συριγγώδεις ἐργάζεται
3. κοιλότητας, ὅσα δὲ ὑποφυούσης ἤτοι πωροειδοῦς τινος ἢ
4. σαρκὸς ἐκπεσόντων, τῆς ἐκπτώσεως δεομένων εὐθέως φαίνεται
5. πλήρη καὶ διὰ ταχέων ἐπουλοῦνται προσαχθέντος αὐτοῖς,
6. μετρίως ξηραίνοντος καὶ στύφοντος φαρμάκου. καὶ
7. νευρώδη δέ τινα καὶ ὑμενώδη σώματα πολλάκις ἐκπίπτει,
8. διαπυΐσκοντα μὲν ἀκινδύνως ἐν χρόνῳ πλείονι κατὰ βραχὺ,
9. βιασθέντα δὲ ὑπὸ φαρμάκων βιαίων, ἤγουν δριμέων ἢ δι’
10. ὀργάνου τινὸς ἢ διὰ τῶν ἡμετέρων δακτύλων ἀποσπασθέντα
11. συμπαθείας ἐπάγεται τῶν ὑπολειπομένων μορίων καὶ φλεγμῆναι
12. καὶ πυρέξαι καὶ παραφρονῆσαι καὶ σπασθῆναι. ἐπὶ
13. τὸ λοιπὸν μὲν οὖν ἤδη καὶ τρίτον ἀφικόμεθα γένος τῶν
14. λεγομένων ἀποπίπτειν, ὅπερ ἐστὶν ὡς ᾠήθησάν τινες, οἱ ἐπίδεσμοι.
15. τούτους οὖν φασιν, ὅταν ὦσι χαλαροὶ καὶ μέλλωσι
16. πάντως ἀποπίπτειν, ἄμεινον ἐν πλείονι χρόνῳ τὴν ἀπόπτωσιν
17. ἔχειν, ἀλλ’ ἔστι τοῦτο ψευδές. ἄμεινον οὐ κατὰ
18. χρόνον ἀποπεσεῖν κακῶς περιβεβλημένα τοῖς πεπονθόσι μορίοις,
1. ἀλλ’ ὅτι τάχιστα· μᾶλλον δὲ οὐδὲ ἀναμένειν ἀποπεσεῖν
2. αὐτὰ προσῆκεν, ἀλλ’ αὐτὸν ἐν τάχει λύσαντα τὴν ἐπίδεσιν
3. αὖθις ἐπιδῆσαι συμμέτρως, ὅθεν ἔνιοι τῶν οὕτως
4. ἐξηγησαμένων ὁμολογοῦσι μὲν ἄμεινον ταχέως ἀποπεσεῖν
5. τοὺς χαλαροὺς ἐπιδέσμους. ἐλλιπὲς δὲ καὶ οὕτως ἐστὶ τὸ
6. λεγόμενον, εἰ μὴ πρὸς αὐτῷ καὶ ἄλλο τι συνυπακούσειεν,
7. ὥστε γενέσθαι τὴν ὅλην ῥῆσιν τοιάνδε. τὰ μέλλοντα ἀποπίπτειν,
8. κακίω τῶν ταχέως ἀποπεσόντων, τὰ χρόνῳ πλέονι
9. συγκείμενα. συγχωρηθέντος δὲ καὶ τούτου τοῦ ἀποπίπτειν
10. οὐ πιθανὸν ἐπὶ τῶν ἄλλων ἐπιδέσμων εἰρῆσθαι. τίς γὰρ
11. ἀναμένει χρόνον τοσοῦτον ἐν μέλλουσιν ἀποπίπτειν αὐτομάτοις,
12. δυνάμενος ἐν τάχει λῦσαι καὶ ἐπιδῆσαι καλῶς;
13. ἕτεροι δὲ ἐπὶ τοὐναντίον ἐκτραπέντες ἀληθῆ μὲν εἶπον λόγον,
14. ἐξηγήσαντο δὲ βιαίως τὴν λέξιν. πῶς γὰρ οὐδὲ βίαιόν
15. ἐστιν οὕτως ἀκοῦσαι, τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω μέν
16. ἐστι τῶν μὴ ἀποπιπτόντων. ἄμεινον δ’ αὐτοῖς ταχέως
17. ἀποπεσεῖν, ἵνα περιγράψαντες ἐν μιᾷ διανοίᾳ τὸ πρότερον
18. μέρος τῆς ῥήσεως ἄχρι τοῦ τὰ μέλλοντα ἀποπίπτειν κακίω,
1. πάλιν δ’ ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνῶμεν τὸ διὰ ταχέως ἀποπεσόντων,
2. ὅπερ ἐστὶ ταχέως ἀποπεσέτω. βιαίως δὲ,
3. ὡς ἔφην, ἡ ἐξήγησις αὕτη κατὰ τὸ καλούμενον σύναρθρον
4. εἶδος τῆς ἑρμηνείας, μεμνημένοι μετὰ τοῦ καὶ ψεῦδος εἶναι
5. τὸ λεγόμενον ἐν τῷ καθόλου, τὰ δὲ μέλλοντα ἀποπίπτειν
6. κακίω. πολλὰ γὰρ ἐπ’ ἀγαθῷ ἀπόπτωσιν ἔχει. βέλτιον
7. οὖν ἐστιν, ὡς ἔφην, ἀκούειν ἐπί τε τῶν ἔξωθεν ἐπιτιθεμένων
8. καὶ τῶν πάντων ἀποπεσουμένων μορίων εἰρῆσθαι τὸν
9. λόγον, ἀποχωρίσαντα ἐπιδέσμου καὶ τῆς ὑστάτης ἄρτι λελεγμένης
10. ἐξηγήσεως.