Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.24, ed. Kühn, 1830, vol. 18b, p. 784-786. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.24


11. Ὧν δὲ ἔχεται ἐπίδεσις ἣ ὑπόδεσις ἢ ἀμφότερα.

12. Προσυπακοῦσαι δεῖ τὰ δέ ἐστιν, εἶτα ἑξῆς ἀναγινώσκειν,
13. ὑπόδεσις μὲν αἰτίη ἀφεστεῶτα προστεῖλαι, καὶ τὰ
14. ἄλλα τὰ τούτων ἐφεξῆς. κέχρηται δὲ τῷ ἔχεται ῥήματι
15. σημαίνων δι’ αὐτοῦ τὸ οἷον ἐφίεται καὶ ἀντιποιεῖται καὶ
1. στοχάζεται. ἅπερ αὖ ἅπαντα δυνάμει ταὐτὸν δηλοῖ τῷ
2. τίνες αἱ δυνάμεις εἰσὶ τῆς ἐπιδέσεως καὶ τίνα τὰ ἔργα. λέγω
3. δὲ ἔργα νῦν οὐ τὰς ἐνεργείας, ἀλλὰ τὰ ἀποτελέσματα. καθάπερ
4. οἰκοδόμου μὲν ἔργον ᾖ, οἰκία, τέκτονος δὲ σκιμπόδιον,
5. ὑφάντου δὲ ἱμάτιον. ἐπὶ δὲ τῆς ἐπιδέσεως καὶ μάλιστα
6. τῆς καταγματικῆς οἱ μὲν πρὸ τῶν σπληνῶν ἐπίδεσμοι παραλαμβανόμενοι
7. δύο, ἕτεροι δὲ μετὰ τοὺς σπλῆνας. ἴδιον
8. οὖν ὄνομα κατὰ τῶν πρώτων δυοῖν Ἱπποκράτης ἔθετο τὰς
9. ὑποδεσμίδας, αὐτήν τε τὴν ὑπ’ αὐτῶν γιγνομένην ἐπίδεσιν
10. ὑπόδεσιν ἐκάλεσεν. ἐφεξῆς ἀκούσωμεν αὐτοῦ λέγοντος ὅσα
11. δύναται ποιεῖν ἥ τε ἰδίως ὑπόδεσις ὀνομαζομένη καὶ κοινῶς
12. ἐπίδεσις. ἔδει μὲν δὴ κατὰ τὴν προτέραν ῥῆσιν εἰρῆσθαι,
13. τίνων ἕνεκεν ἡ ἐπίδεσις ὑπὸ τῶν ἰατρῶν γίγνεται,
14. καθάπερ ἐν ἀρχῇ διαιρεῖται, τὰ μὲν αὐτῆς ἰᾶσθαι λέγων,
15. τὰ δὲ τοῖς ἰωμένοις ὑπηρετεῖν. καὶ ταῦτα πῶς γιγνομένη
16. τῶν εἰρημένων ἕκαστον ἰάσεται· πρὸς γὰρ τὸν σκοπὸν τῆς
17. ἰάσεως ἀποβλέποντες ἐξευρήσομεν τὴν προσήκουσαν ἐπίδεσιν,
18. αὐτὸν δὲ τὸν σκοπὸν ἐνδείξεται τὸ θεραπευόμενον πάθος·
1. οὐ μὴν ὁ Ἱπποκράτης οὕτως ἔγραψεν, ἀλλὰ περὶ τῆς
2. ἐπιδέσεως, ὁποίαν χρὴ γίνεσθαι διελθὼν ἄχρι νῦν, ἐπί τε
3. τὰ ἔργα καὶ τὴν δύναμιν αὐτῆς ἧκεν.

Cliquer un n° de page pour en afficher l’image