4. Ὑπόδεσις μὲν αἰτίη, ὥστε ἢ ἀφεστεῶτα προστεῖλαι
5. ἣ ἐκπεπταμένα συστεῖλαι ἢ ξυνεσταλμένα διαστεῖλαι ἢ
6. διεστρομμένα διορθῶσαι ἢ τἀναντία.
7. Ἀφεστεῶτα πάντα καλεῖ νῦν ὅσα κατὰ φύσιν μὲν
8. ἔχοντος σώματος ἥνωτό τισι μορίοις ἑτέροις ἢ ἐπέψαυσεν
9. αὐτῶν. ἐν δὲ τῷ παρὰ φύσιν ἔχειν οὐκέτι φυλάττει τὴν
10. ἕνωσιν καὶ τὴν ψαῦσιν· ἕνωσις μὲν γὰρ ἅπασι καὶ κατάγμασιν,
11. ἕλκεσί τε καὶ ῥήγμασι καὶ θλάσμασι διαφέρει. ψαῦσις
12. δὲ ἐν ἀποστήμασι καὶ κόλποις, ἐμφυσήμασί τε καὶ οἰδήμασιν.
13. ἐκπεπταμένα δὲ καλεῖ τὰ πλείστην διάθεσιν ἀπ’
14. ἀλλήλων ἔχοντα, γίνεται δὲ αὐτὸ κατὰ διττὸν τρόπον, ἤτοι
15. δι’ ὅλων αὐτῶν ἢ κατὰ χείλη μόνα. οἵ γε μὴν σκοποὶ τῆς
1. ἰάσεως τῶν μὲν ἀφεστώτων προστεῖλαι, τῶν δὲ ἐκπεπταμένων
2. συστεῖλαι, τῶν δὲ διεστραμμένων διορθῶσαι, κοινὸν
3. ἁπάντων ἐστὶ τῶν εἰρημένων ἐπανορθοῦσθαι καὶ διορθοῦσθαι
4. τῶν Ἑλλήνων λεγόντων, ὅσα περ ἂν ἐκβεβλημένα καθ’
5. ὁντιναοῦν τρόπον εἰς ἔμμετρον ἐπανάγομεν κατάστασιν. οἱ
6. μὲν δὴ σκοποὶ τῆς ἐπιδέσεως οἵδε εἰσίν· ἡ δύναμις δὲ αὐτῶν
7. οὐ τούτων μόνων ἐστὶ ποιητικὴ τῶν σκοπῶν, ἀλλὰ καὶ
8. τῶν ἐναντίων ἐνίοτε, κατορθουμένης μὲν τούτων, ἁμαρτανούσης
9. δὲ τῶν ἐναντίων. εἰκότως οὖν ἐπὶ τελευτῇ τῆς ῥήσεως
10. εἶπεν ἢ τἀναντία. προὔκειτο γὰρ αὐτῷ τί δύναται
11. ποεῖν ὑπόδεσις εἰπεῖν, οὐ περὶ μόνης τῆς ἀγαθῆς διελθεῖν.
12. ἐν ἀρχῇ γέ τοι τῆς ῥήσεως, ἐφ’ ὧν δὲ ἔχεται ἢ ἐπίδεσις
13. ἢ ὑπόδεσις ἢ ἀμφότερα περὶ πάσης ἐπιδέσεως, οὐ περὶ τῆς
14. ἀρίστης μόνον τὸν λόγον ποιούμενος. εἰ δὲ καὶ περὶ τῆς
15. ἀγαθῆς μόνης ἐπιδέσεως ἐνταῦθά τις αὐτῷ βούλοιτο εἶναι
16. τὸν λόγον, ἡ κατὰ τὴν τελευτὴν προσθήκη τόνδε τὸν νοῦν
17. ἕξει. ὡς ἐν τῷ παρὰ φύσιν ἔχειν τὰ μέν ἐστιν ἀφεστῶτα,
18. τὰ δὲ ἐκπεπταμένα, τὰ δὲ διεστραμμένα. κατὰ τὸν αὐτὸν
1. τρόπον ἕτερα πάθη τούτοις ἐστὶν ἐναντία· τοῦ γὰρ ὑγιαίνοντος
2. σώματος ἔχοντος συμμέτρως ἅπαν πάθος ἐν τῷ
3. διαφθείρεσθαι τὴν συμμετρίαν γεννᾶται. εἴπερ οὖν ὅσα
4. τὴν κατὰ φύσιν ἔχοντα κατασκευὴν ἥνωτό τισιν ἢ ἔψαυσεν,
5. ὅταν ἤτοι τὴν ἕνωσιν ἢ τὴν ψαῦσιν ἀπολέσῃ, πεπονθέναι
6. τε καὶ παρὰ φύσιν ἔχειν αὐτὰ φαμὲν ὡσαύτως. ὅσα δὲ
7. μήθ’ ἥνωτο μήτ’ ἔψαυσεν, ἵνα ἂν ἑνωθῇ τε καὶ ψαύσῃ,
8. νοσεῖν αὐτὸ ποιήσειεν. ἐναντία οὖν ταῦτα τῆς ἐπανορθώσεως·
9. ἐπεναντίον δὲ ἥσεται τοῖς σκοποῖς, ἀλλ’ ὡς
10. δόξῃ τινὰ μάχεσθαι τῷ λόγῳ τὰ τοῖς διεστραμμένοις ἀντικείμενα,
11. καλούμενα δὲ εὐθέα. δεήσει τοιγαροῦν, ὅσον ἐπὶ
12. τῷ προειρημένῳ λόγῳ, καὶ ταῦτα διαστρέφειν, ὅπερ οὐκέτι
13. τῆς ἀγαθῆς ἐπιδέσεως ἔργον, ἀλλὰ τῆς ἡμαρτημένης
14. ὑπάρχει. ἀναμνησθεὶς οὖν τις ὧν εἶπεν Ἱπποκράτης
15. ἐπὶ μηροῦ καὶ βραχίονος γνώσεται τὴν ἐν αὐτοῖς εὐθύτητα
16. παρὰ φύσιν οὖσαν, ἧς τὸ ἔξω καὶ πρόσω κεκύρτωται φύσει·
17. καί τις ἐπιλαθόμενος τὸν καταγέντα καυληδὸν ἢ μηρὸν
18. ἢ βραχίονα διέπλασε μὲν πρῶτον εὐθὺν, ὕστερον δὲ καὶ
1. περιῤῥούμενον ἐν τούτῳ τῷ σχήματι περιεῖλον· ἀλλ’ ὅ τε
2. προσεσχηκὼς τὸν νοῦν τῷ φυσικῷ σχήματι τῶν ὀστῶν καὶ
3. φυλάττειν αὐτὸ μεμνημένος, ἐὰν μηδέπω πεπωρωμένῳ καὶ
4. ἐντυχὼν, ὕδατα μετὰ ἐλαίου πολλοῦ καταντλήσας, εἶτα διατείνας
5. ἰσχυρῶς, πρῶτον μὲν κατέαξεν, ὡς ἐξ ἀρχῆς ἦν κατεαγὸς,
6. ἐφεξῆς δὲ ἐν τῷ κατὰ φύσιν σχήματι διέπλασε καὶ
7. μετὰ ταῦτα ἐπέτρεψε τῇ φύσει πωρῶσαι τὸ κατεαγὸς ἐν τούτῳ
8. τῷ σχήματι. ὥστε ἀληθές ἐστι τὸ μὴ μόνον ἄκοντας
9. τοὺς ἰατροὺς διὰ τῶν μοχθηρῶν ἐπιδέσεων τἀναντία τῶν
10. εἰρημένων ἀγαθῶν ἐργάζεσθαι περὶ τοὺς κάμνοντας, ἀλλὰ
11. καὶ τοὺς ἀρίστους, ἐξεπίτηδες ὅσα μὲν παρὰ φύσιν ἐνδεδίπλωται
12. πρὸς τοὐναντίον ἀπάγοντας ἐκτρέπειν, ὅσα δὲ συμπέφυκε,
13. διαλύειν τούτων τὴν σύμφυσιν. εἴδομεν οὖν ἐνίων
14. τὴν ἐφέλκωσιν καὶ δακτύλους συμφύντας καὶ χείλη καὶ βλέφαρα.
15. σκοποὶ μὲν οὗτοι τῆς τῶν εἰρημένων παθῶν ἰάσεως·
16. ἑκάστου δ’ αὐτῶν τὴν οἰκείαν ἐπίδεσιν ἑξῆς διδάσκει,
17. πρότερον εἰπὼν περὶ τῶν ὀθονίων ὁποῖα χρὴ παρεσκευάσθαι
18. διὰ τῆς ἐχομένης λέξεως.