1. Παρασκευάζειν δὲ ὀθόνια κοῦφα, λεπτὰ, μαλθακὰ, καθαρὰ,
2. πλατέα, μὴ ἔχοντα συῤῥαφὰς, μηδ’ ἐξεστίας καὶ ὑγιέα,
3. ὥστε τανύειν φέρειν καὶ ὀλίγῳ κρέσσω, μὴ ξηρὰ, ἀλλ’
4. εὔχυμα χυμῷ ᾧ ἕκαστα σύντροφα.
5. Εἴρηκεν οὖν πρόσθεν ἤδη περὶ τῶν ὀθονίων ἐλλιπέστερον,
6. ᾦ καὶ δῆλον ὡς οὐδὲν ἠκρίβωται τότε πρὸς ἔκδοσιν,
7. ἀλλ’ οὔτ’ ὑπὸ υἱέων, ὅτι μετὰ τὸν Ἱπποκράτους θάνατον
8. ἐδοξάσθη οὐδεὶς, οὐδὲ κἀν βραχυλόγῳ κατὰ σύγγραμμά
9. τι περὶ τῶν αὐτῶν εἰπεῖν· ἀλλ’ ἤτοι τὰ νῦν εἰρημένα
10. περιεῖλεν ἂν ἢ τὰ πρόσθεν. ἔμπροσθεν μὲν γὰρ οὕτως
11. ἔγραψεν, ἐπιδέσματα καθαρὰ, κοῦφα, λεπτὰ, μαλθακά.
12. ἔθηκε δὲ νῦν τότε πλατέα δεῖν ὑπάρχειν αὐτὰ καὶ μὴ ἔχοντα
13. συῤῥαφὰς μηδὲ ἐξεστίας, ὑγιέα τε μὴ μόνον ἄχρι τοῦ ῥαγῆναι
14. ταθέντα βιαιότερον, ἀλλὰ καὶ περαιτέρω, τουτέστιν
15. εὔτονα ἔχειν καὶ ἰσχυρὰ χάριν τῆς ἀσφαλεστέρας κρατήσεως.
1. ἀλλὰ καὶ τὸ μήτε συῤῥαφὰς ἔχειν ἀνωμάλως προσπίπτοντα
2. μήτε τὰς καλουμένας ἐξεστίας, αἵτινες ἐν τοῖς
3. ὑφαινομένοις συμβαίνουσιν, ἐνίοτε μὲν ἐξεπίτηδες, ἐνίοτε δὲ
4. ἀκουσίως γίγνονται προμήκεις ἐξοχαὶ, ποτὲ μὲν αὐτῆς τῆς
5. κρόκης, ἔστι δὲ ὅτε καὶ τῆς πορφύρας, ἀλλὰ καὶ κατὰ τὰς
6. καλουμένας παρυφὰς ἑκοῦσαι, τοῦτο πράττουσι διὰ παντὸς
7. αἱ γυναῖκες. ἅπαντα οὖν ταῦτα φυλάττειν κελεύει.
8. τὸ δὲ πλατέα δεῖν εἶναι τὰ ὀθόνια τῶν ἀμελῶς ἑρμηνευομένων
9. ἐστίν εἰ μὲν γὰρ ὡς πρὸς τὰ στενὰ προβάλλοιτο,
10. μνήσεταί τις αὐτὰ πρὸς τὰ περαιτέρω τοῦ προσήκοντος
11. πεπλατυμένα παραβαλὼν ἐγκαλεῖν. εἰ δὲ πρὸς τὰ σύμμετρα,
12. μοχθηρὸν ἅπαν ἐστὶ τὸ τοῦ συμμέτρου παραλλάττον ἐφ’
13. ἑκάτερα, κατά τε πρόσθεσιν καὶ ἀφαίρεσιν. περὶ δὲ τῶν
14. λεπτῶν καὶ κούφων καὶ μαλθακῶν καὶ καθαρῶν τῆς χρείας
15. ἔμπροσθεν εἴρηται. τὸ δὲ μὴ ξηρὰ, ἀλλ’ εὔχυμα χυμῷ ᾧ
16. ἕκαστα σύντροφα, λέλεκται μέντοι καὶ αὐτὸ περὶ τῶν ὀθονίων.
17. ὁ λογισμὸς δὲ τῆς συμβουλῆς οὐκ ἄδηλος. ἀξιοῖ δὲ
18. αὐτὰ μηδέποτε παραλαμβάνεσθαι σκληρὰ κατὰ μηδεμίαν
1. ἐπίδεσιν, ἀλλ’ εὔχυμα, δεδευμένα χυμῷ ᾧ ἂν ἕκαστα τῶν
2. θεραπευομένων παθῶν ᾖ σύντροφα, τουτέστιν οἰκεῖα· καὶ
3. γὰρ κηρωτῇ ὑγρᾷ τῇ ἁπλῇ καὶ τῇ πισσηρᾷ καὶ οἴνῳ μέλανι
4. αὐστηρῷ, κατά τε τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων αὐτὸς
5. ἐκέλευσε διαβρέχειν. ξηρὰ δὲ πρὸς τὸ τὴν ἀπὸ τῆς
6. ὑποβροχῆς ὠφέλειαν οὐκ ἔχειν, ἔτι καὶ πυροῦντες τὰ μόρια,
7. καθ’ ἃ ἐπιβέβληνται τὴν θερμασίαν ἐν αὐτοῖς αὐξάνουσι.
8. διὰ τοῦτο καὶ τὴν ἐκ τῶν πλησιαζόντων χωρίων ὑγρότητα
9. πρὸς τὸ πεπονθὸς ἐπισπῶνται. τοῦτο δὲ ὅτι μέγιστον κακόν
10. ἐστιν εἰς τὴν τῶν ὄγκων γένεσιν, εὔδηλον παντί.