Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.27, ed. Kühn, 1830, vol. 18b, p. 792-796. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.27


11. Ἀφεστεῶτα μὲν ὥστε τὰ μετέωρα τῆς ἕδρης ψαύειν μὲν,
12. πιέζειν δὲ μή. ἦρχθαι δὲ ἐκ τοῦ ὑγιέος, τελευτᾷν δὲ
13. πρὸς τὸ ἕλκος, ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται, ἕτερον δὲ
14. μὴ ἐπισυλλέγηται.

1. Ἐάν τε ὀστοῦ κατεαγότος τὰ μόρια διέστηκε παρὰ φύσιν
2. ἀπ’ ἀλλήλων, ἐάν τε συμφύσεως ἀποῤῥαγείσης ἢ τραύματος
3. μεγάλου γινομένου συνάγειν αὐτὰ δέῃ μέχρι τοῦ ψαῦσαι
4. μὲν, οὐ μὴν καὶ θλίβειν ἄλληλα· καὶ γὰρ ὀδυνήσεται
5. καὶ φλεγμανεῖ τὰ οὕτως ἐπιτεθέντα μόρια. μάλιστα δὲ ἐπὶ
6. τῶν καλουμένων κοιλιῶν ὁ λόγος αὐτῷ γίγνεται νῦν ὡς ἐπὶ
7. παραδείγματος. ἐδήλωσε γὰρ τοῦτο σαφῶς αὐτὸς ἐν τοῖς
8. ἐφεξῆς γεγραμμένοις· μέχρι μὲν οὖν τούτου, ὥστε τὰ μετέωρα
9. τῆς ἕδρας ψαύειν μὲν, πιέζειν δὲ μὴ, κοινὸς ὁ λόγος
10. αὐτῶν καὶ πρὸς τἄλλα πάντα ἐστὶν, ὅσα τῆς φυσικῆς ψαύσεως
11. ἢ συμφύσεως ἐλύθη. τὰ δὲ ἐφεξῆς τοῦδε κατὰ φύσιν
12. ἦρχθαι ἐκ τοῦ ὑγιέος, τελευτᾷν πρὸς τὸ ἕλκος, ἐπὶ τῶν
13. ὄγκων εἴρηται προδηλότατα· τούτοις γὰρ χρὴ τοὺς μὲν ἰχῶρας
14. ἐκκενοῦσθαι, μηδένα δὲ ἐπιῤῥεῖν τῷ μορίῳ χυμὸν ἐν
15. τῷ τῆς κολλήσεως χρόνῳ. γενήσεται δὲ τοῦτο πιεσάντων
16. μὲν ἡμῶν τὸν πυθμένα τοῦ κόλπου μέχρι τοῦ θλίβειν, ἐκλυόντων
17. δὲ κατὰ βραχὺ τὴν ἐπίδεσιν ἄχρι τοῦ στόματος
18. αὐτοῦ, τοῦτο δὲ ἀνεῳγμένον φυλαττόντων ἐν τῷ σχήματι 
1. καταῤῥόπῳ. κόλπους μὲν οὖν ὅταν καθαροὺς ποιήσωμεν
2. καὶ θελήσαντες κολλῆσαι, τὸν εἰρημένον τρόπον ἐπιδήσομεν.
3. ἀπόσπασμα δὲ ἀκρωμίου βιαίως θλίβοντές τε καὶ
4. καταναγκάζοντες τὸ ὑψούμενον αὐτοῦ μέρος, οὐδὲν γὰρ ἐκ
5. τῆς τοιαύτης θλίψεως ἄτοπον ἔσται· καθάπερ οὐδὲ ἐπὶ
6. κλειδὸς κατεαγυίας, ὅταν ἐπὶ πολὺ τὸ ἕτερον αὐτῆς μᾶλλον,
7. ἧττόν τε μὴν ταύτης ἢ ἐπ’ ἀκρωμίου πιέσομεν. ἐπὶ δὲ
8. τῶν ἄλλων καταγμάτων ἥκιστα θλίψομεν εὐλαβούμενοι φλεγμονάς.
9. ἐγὼ μὲν οὖν ἐπὶ πάντων τῶν ἐφεστώτων πεποίημαι
10. τὸν λόγον. ὁ δ’ Ἱπποκράτης ἐπὶ μόνων τῶν κόλπων,
11. ὡς ἐπὶ παραδείγματος ἐφ’ ὧν τῶν ἐπιδέσεων τὴν συμμετρίαν
12. ἐδήλωσε σαφῶς εἰπὼν τὰ μετέωρα, τουτέστι τὰ ἀφεστῶτα
13. ψαύειν μὲν τῆς ἕδρας, μὴ πιέζειν δὲ, καλέσας ἕδρην
14. δηλονότι τὸ ὑποβεβλημένον τῷ ἀφεστεῶτι σώματι. καθόλου
15. δὲ στηριχθῆναί τε καὶ ἑδρασθῆναι τὸ προσαγόμενον αὐτῷ.
16. πρὶν μὲν γὰρ τοῦ ψαῦσαι τὴν ἀρχὴν οὐδ’ ἂν ἑνωθείη τὸ
17. μέρος ἕτερον ἑτέρῳ, ψαυσάντων δὲ ἀθλίπτως ἡ ἕνωσις γίνεται.
18. πρόδηλον δὲ ὅτι τοὺς δεομένους κολλήσεως
1. κόλπους, οὐχ ἁπλῶς ἄν τις ἐπιδεῖν οὕτως συμβουλεύει. χρὴ
2. γὰρ ἀφλεγμάντους πρότερον αὐτοὺς ποιῆσαι καὶ μετὰ ταῦτα
3. καθαροὺς ἢ ξηρούς. εἰ δὲ καὶ σάρκες ἐκτετηκυῖαι τύχοιεν,
4. ἀνατρέψαι πρότερον ἐκείνας. οὕτως οὖν οὐδὲ τὰ ῥήγματα
5. καὶ θλάσματα τοῦ γένους τῶν ἑλκῶν τε ἅμα καὶ κόλπων
6. ὄντα διὰ τῆς εἰρημένης ἐπιδέσεως εὐθὺς ἅμα τῷ γενέσθαι
7. θεραπευόμενα, ἀλλ’ ὅταν ἀφλέγμαντα καὶ ξηρὰ γένηται πρότερον,
8. ἀμφοτέρων αὐτῶν ἔχειν ἔφην συνεχείας λύσις ἐν σαρκώδει
9. μορίῳ γιγνομένη μετὰ τοῦ προσχεῖσθαί τι τοῦ αἵματος
10. εἰς τὴν μεταξὺ χώραν, ὅπερ ἐστὶ κοινὸν ἀποστήματός
11. τε καὶ κόλπου. ἄχρι μὲν οὖν ἀναστόμωτον ᾖ πρὸς τὴν
12. ἐκτὸς ἐπιφάνειαν τὸ οὕτω διακείμενον μόριον, ἀφεστάναι
13. μὲν γὰρ αὐτὸ λέγεται, τὸ δὲ κατ’ αὐτὸ πάθος ἀπόστημα
14. καλεῖται. στομωθέντος δὲ αὐτοῦ κατά τι μέρος, ὡς ἐκκριθῆναι
15. τὸ περιεχόμενον ὑγρὸν, οὐκέτι ἀπόστημα τὸ πάθος,
16. ἀλλ’ ἤδη κόλπος ὀνομάζεται. τὰ τοιαῦτα οὖν ἅπαντα πάθη
17. δεῖται μὲν ἀεὶ τῆς ἐπιδέσεως, οὐ μὴν ὁμοίας γε ἀεὶ, τῆς
18. μὲν γὰρ φλεγμονῆς ἐν αὐτοῖς ὑπαρχούσης οὐδὲ ἐπιδέσεώς
1. ἐστι χρεία κατὰ πρῶτον λόγον, ὥσπερ οὐδὲ τῶν ἐμπυημάτων.
2. κόλπου δὲ ἤδη γε γεγενημένου μὲν αὐτοῦ καὶ σεσαρκωμένου
3. μετριωτάτης ἐπιδέσεώς ἐστι χρεία, οὐ ψαυούσης
4. τῆς ἕδρας τὰ ἀφεστῶτα. χρὴ γὰρ ἐνίεσθαι διὰ τοῦ στομίου
5. φάρμακα καθαίροντα καὶ ἀναστομοῦντα. κολλήσεως
6. δὲ χρῄζοντος ὃ νῦν εἴρηκεν Ἱπποκράτης, ἐπίδεσις οἰκεία.
7. ταῦτα ἀναγκαίως ἔγραψα, μή τις παρακούσας οἰηθῇ πάντας
8. κόλπους οὕτως ἐπιδεῖν ἀξιοῦν τὸν Ἱπποκράτην. δέδεικται
9. γὰρ ὡς οὐ πάντας, ἀλλ’ ὅσοι μηδὲν ἔχουσιν ἅμα αὐτοῖς
10. πάθημα μήτ’ οὖν φλεγμονὴν μήτε σαρκὸς ἔκσηψιν
11. μήτε ῥύπον μήτε χυμὸν ἐν αὐτοῖς συνεστῶτα μονοειδῆ αὐτοὶ
12. καθ’ ἑαυτοὺς ἐπιδείξεται μόνην τὴν ἑαυτῶν θεραπείαν.
13. εἴρηται δέ μοι περὶ τῶν τοιούτων διορισμῶν ἱκανῶς ἐν τοῖς
14. τῆς θεραπευτικῆς μεθόδου γράμμασιν.

Cliquer un n° de page pour en afficher l’image