Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.28, ed. Kühn, 1830, vol. 18b, p. 797-801. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.28


1. Ἐπιδεῖν τὰ μὲν ὀρθὰ ἐς ὀρθὸν, τὰ δὲ λοξὰ λοξῶς
2. ἐν σχήματι ἀπόνῳ, ἐν ᾧ μήτε ἀπόσφιγξις μήτε ἀπόστασις
3. ἔσται. ἐξ οὗ ὅταν μεταλλάσσῃ ἐς ἀνάληψιν ἢ
4. θέσιν, οὐ μεταλλάξουσι, ἀλλ’ ὅμοια ταῦτα ἕξουσι, μύας,
5. φλέβας, νεῦρα, ὀστέα, εὔθετα, εὔσχετα.

6. Οὐ τὰ πεπονθότα μόρια τοῦ σώματος ὀρθὰ καὶ λοξὰ
7. λέγει νῦν, ἀλλὰ τὰ ἀποστήματα, περὶ ὧν ποιεῖται τὴν διδασκαλίαν
8. ἐπὶ παραδείγματος ἐξ αὐτῶν ἑνὸς τοῦ κόλπου.
9. πάντως γὰρ οὗτος ἤτοι γε ὀρθός ἐστιν ἢ λοξὸς πρὸς τὸ μῆκος
10. ἐν ᾧ γέγονεν. ὀρθὸν μὲν οὖν ἄκουέ μου τὸν κατάντη,
11. λοξὸν δὲ τὸν μὴ τοιοῦτον. ὠνόμασε δὲ ὀρθὸν κόλπον οὗ
12. τὸ μὲν στόμιον ἐν τοῖς κάτω μέρεσίν ἐστιν, ὁ δὲ πυθμὴν ἐν
13. τοῖς ἄνω, λοξὸν δὲ οὖ πρὸς τὸ πλάγιον ἐκκλίνεται. γίγνονται
14. δὲ δηλονότι καὶ τούτοις ἐναντίως διακείμενοι κόλποι·
15. κάτωθεν μὲν ἔχοντες πυθμένα, τὸ στόμιον δὲ ἄνωθεν. ἀλλ’
16. ἡμεῖς αὐτοὶ τούτους ἄρτι διαιροῦμεν κατὰ τὸν πυθμένα τῆς
1. ἐκροῆς τῶν ἰχώρων ἕνεκεν. εἰ δὲ φθάνοι τὸ στόμιον οὐκ
2. ἀκριβῶς ἐν τοῖς κάτω μέρεσι τοῦ σώματος, ἀλλ’ ἐν τοῖς
3. πλαγίοις ὑπάρχον, ἐξευρίσκειν, ἐπιτήδειον δὲ σχῆμα τοῦ μορίου
4. χρὴ καὶ τρόπον ἐπιδέσεως ἐκκρίνεσθαι τοὺς ἰχῶρας
5. αὐτοῦ. τοσαύτη γὰρ ἐν τοῖς τοιούτοις ἐστὶν ἡ δύναμις τοῦ
6. σχήματος, ὥσθ’ ἡμεῖς πολλάκις τὸ δοκοῦν ἄνωθεν εἶναι
7. στόμιον, ἐποιήσαμεν κάτωθεν ὑπαλλάξαντες τὸ σχῆμα. μηρὸν
8. οὖν ἐν αὐτῷ κόλπον ἔχοντα, τὸ στόμιον μὲν ἔχοντα πλησίον
9. βουβῶνος, τὸν πυθμένα δὲ ἐγγὺς τοῦ γόνατος ἰασάμεθα
10. μετὰ σχήματος οὕτως, ὡς ὑψηλότερον εἶναι τὸ γόνυ
11. τοῦ βουβῶνος. ἐγένετο δὲ τοῦτο ῥᾳδίως τε καὶ ἀνωδύνως
12. ὑπαυχενίου μαλακοῦ κατὰ τὴν ἰγνύαν ὑποτεθέντος. οὕτω
13. δὲ καὶ κατὰ γαστροκνημίαν κόλπους ἰασάμεθα, τὸ στόμιον
14. ἔχοντας τῆς ἰγνύας πλησίον, ὑψηλότερον ἄκρον τὸν πόδα
15. τῆς ἰγνύας καταθέμενοι. καὶ πῆχυν δ’ ἀναβάντες ταινίᾳ
16. κατὰ τὸν ὅμοιον τρόπον, ὡς ὑψηλοτέραν εἶναι καὶ ἄκραν
17. τὴν χεῖρα ἀγκῶνος ἰασάμεθα πολλάκις ἔχοντα κόλπον.
18. ἀγκῶνος δὲ πεπονθότος οὕτως, ὡς ἐπειλῆφθαι τὸν ἀμφ’ 
1. αὐτὸν κόλπον ἐκ μὲν τῶν ἄνω μερῶν τοῦ βραχίονος, ἐκ δὲ
2. τῶν κάτω τοῦ πήχεος. ἐπιτηδειότατον σχῆμα τὸ νῦν εἰρημένον
3. ἐστὶν, ἐν ᾦ ταπεινότερον ἑκατέρου τῶν ὀστῶν ἀγκὼν
4. γίγνεται. λέγω δὲ ἑκατέρου πήχεος καὶ βραχίονος· καὶ δύο
5. γε ἐπιδέσμοις ἐνταῦθα χρώμεθα, τελευτῶσι μὲν ἀμφοτέροις
6. ἐπὶ τὸ κατ’ ἀγκῶνα στόμιον, ἀρχομένοις δὲ ἀπὸ τῶν παθῶν,
7. ἐὰν μὲν ἀκριβῶς ὀρθὸς ὁ κόλπος ᾖ τὴν ἐπίδεσιν ἀπαρέγκλιτον
8. ποιήσεις. καθάπερ εἰ καὶ κατεαγὸς ἐπιδεῖς τὸ
9. κῶλον, ἀποδεῖς τε ὁμοίως ἔχον. ἐὰν δὲ ἐγκεκλιμένον ἐστὶ
10. πρὸς τὸ πλάγιον, ἡ ἐπίδεσίς σου τὴν ἔγκλισιν τοῦ κόλπου
11. μιμείσθω καὶ τὸ σχῆμα μιμείσθω τοιοῦτος, ὡς
12. ἐκρεῖν τοὺς ἰχῶρας· ἐν ᾧ δὲ ἂν μέλλῃς ἀποτίθεσθαι σχήματι
13. τὸ πεπονθὸς μόριον, ἐν τούτῳ καὶ τὴν ἐπίδεσιν ποιοῦ,
14. γιγνώσκων μεγίστην ἑπομένην βλάβην τοῖς μετεσχηματισμένοις.
15. ἀναγκαῖον γὰρ ἐν αὐτοῖς ἔνια μὲν τῶν κεκυρτωμένων
16. προσταλῆναι, ἔνια δὲ ὑψωθῆναι προσεσταλμένα. συμβήσεται
17. οὖν ἐξ ἀνάγκης τὰ μὲν ὑψωθέντα θλίβεσθαι πρὸς τῶν
18. ἐπιδέσμων, τὰ δὲ ταπεινωθέντα μὴ κρατεῖσθαι χαλασθέντων
1. αὐτῶν. ἐπὶ μὲν οὖν τῶν θλιβομένων τὴν ἀπόσφιγξιν
2. εἶπεν ὁ Ἱπποκράτης, ἐπὶ δὲ τῶν κεχαλασμένων τὴν ἀπόστασιν
3. ἐν σχήματι τοιούτῳ τὴν οἰκείαν τῷ κόλπῳ κελεύων
4. ἐπίδεσιν ποιεῖν ἡμᾶς, ἐν ᾧ μήτε ἀπόστασις μήτε ἀπόσφιγξίς
5. ἐστι, κατὰ τὴν ἀπόστασιν ἀναγκαζομένων πασχόντων
6. μεταβάλλειν. ἐὰν γὰρ ἁπλῶς ἐν τῷ τῆς ἐπιδέσεως χρόνῳ
7. μόνῳ φροντίσωμεν τῶν λοξῶν κόλπων, ἐπιδέσει λοξῇ καταβαλλέσθω
8. ἐν σχήματι μὴ δυναμένῳ φυλαχθῆναι κατὰ τὴν
9. ἀπόθεσιν ἢ κατὰ τὴν ἀνάληψιν ἐν τῇ καταλλαγῇ. τὰ μέν
10. τινα τῶν ἐπιδεδεμένων μορίων ἀποσφιγχθήσεται, τὰ δὲ χαλαχθήσεται,
11. ὀνομαστὶ δὲ αὐτὸς ἐδήλωσε τὰ τὴν θέσιν ἐν
12. αὐτοῖς σχηματισμοῖς ὑπαλλάττοντα μόρια μύας εἰπὼν καὶ
13. φλέβας καὶ νεῦρα καὶ ὀστᾶ. ταῦτα γάρ ἐστι τὰ τὸν ὄγκον
14. τοῦ σώματος ἐργαζόμενα, φλέβας ἀκουόντων ἡμῶν κατὰ τὸ
15. παλαιὸν ἔθος οὐ μόνον ταύτας τὰς νῦν ὀνομαζομένας, ἀλλὰ
16. καὶ τὰς ἀρτηρίας. οὗτος μὲν οὖν ὁ νοῦς ὅλης τῆς ῥήσεώς
17. ἐστιν. αἱ δὲ κατὰ μέρος ἐν αὐτῇ λέξεις οὐ πάνυ μὲν ἀσαφεῖς
1. εἰσιν, ἄμεινον δὲ αὐτὰς ἴσως ἐξηγήσασθαι διὰ βραχέων.
2. ἀνάληψιν μὲν ἐπὶ χειρὸς ὀνομάζει τὴν μετὰ τὴν ἐπίδεσιν
3. ἀπόθεσιν αὐτῆς ἐν πλατείᾳ ταινίᾳ παραλαμβανούσῃ πάντα
4. τὸν πῆχυν, θέσιν δὲ τὴν ἐπὶ τοῦ σκέλους. εὔδηλον δὲ ὅτι
5. καὶ ἡ ἀνάληψις ὑποπέπτωκε τῷ γένει τῷ τῆς θέσεως σημαινομένῳ
6. καὶ τῷ νῦν ἐπὶ τῷ τέλει τῆς ῥήσεως. εὔθετα
7. μὲν ὠνόμασε τὰ καλῶς ἀποτιθέμενα, εὔσχετα δὲ τὰ καλῶς
8. ἀναλαμβανόμενα, τὸ μὲν πρῶτον ὄνομα κατὰ τῶν σκελῶν,
9. τὸ δὲ δεύτερον κατὰ τῶν χειρῶν ἐπιφέρων.

Cliquer un n° de page pour en afficher l’image