Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.29, ed. Kühn, 1830, vol. 18b, p. 801-806. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.29


10. Ἀναλελῆφθαι δὲ ἢ κέεσθαι ἐν σχήματι ἀπόνῳ τῷ κατὰ
11. φύσιν. ὧν δὲ ἂν ἀποστῇ τἀναντία.

12. Οὐκ ἄλλο μέντοι τὸ ἄπονόν ἐστιν, ἄλλο δὲ τὸ
13. κατὰ φύσιν, ἀλλ’ ἓν καὶ τὸ αὐτὸ συμβέβηκεν ἀμφοτέρῳ
14. κατὰ φύσιν τε εἶναι καὶ ἀπόνῳ. τί ἔστι τοῦτο λέλεκται
1. μὲν καὶ ἐν τῷ περὶ ἀγμῶν ἱκανῶς ὑπ’ αὐτοῦ, δηλώσεται
2. δὲ καὶ νῦν ἐπὶ προήκοντι τῷ βιβλίῳ. ὧν δὲ ἂν ἀποστῇ
3. τἀναντία. τινὲς μὲν ἔγραψαν, ὧν δ’ ἂν μὴ ἀποστῇ,
4. προσθέντες ἀπόφασιν τὴν μὴ, καί φασιν ὧν μὴ ἀποστῇ τι
5. τῶν προειρημένων κατὰ λόγον τῆς ἐπιδέσεως, ὧν δ’ ἂν
6. ἀποστῇ τὸ ἐναντίον. τοίνυν ὁ προειρημένος ἦν ἄρχεσθαι
7. μὲν ἀπὸ τοῦ ὑγιοῦς, τελευτᾷν δὲ ἐπὶ τὸ ἐκλύοντα τὴν πίεσιν.
8. ὁ ἐναντίος ἄρξεται μὲν ἀπὸ τῶν ἡλκωμένων καὶ κατεαγότων,
9. ἀναβήσεται δὲ πρὸς τὴν κάτω χώραν ἐκλύων τὴν
10. ἐπίδεσιν. ὅσοι δὲ ἄνευ τῆς ἀποφάσεως γεγραμμένην τὴν λέξιν
11. ἐξηγοῦνται, φασὶ κελεύειν αὐτὸν ὧν δ’ ἂν ἀποστήσεται
12. προσεσταλμένα, βουλόμεθα παρὰ φύσιν ἢ καὶ συμβεβηκότα
13. τὸν εἰρημένον τρόπον τῆς ἐπιδέσεως ὑπαλλάττειν. καὶ ὅτι
14. μὲν οὖν τὰ καλῶς συμφύντα διαστῆσαι βουλόμενοι, καθ’
15. ὁντιναοῦν τρόπον ἀλλήλοις συνεληλυθότα μὴ προσήκοντος,
16. ἐναντίου τρόπου δεόμεθα, πρόδηλόν ἐστι. καὶ μέντοι μὲν ὅτι
17. πολλὰ τῶν μεγάλων τραυμάτων, ἐφ’ ὧν τὸ βάθος ἀκόλλητον
1. ἔμεινε τοῦ δέρματος κολληθέντος ἢ συνῆλθεν ἀλλήλοις ἐνδιπλούμενα
2. τὰ χείλη. κατάγματα δ’ ὅτι τοῦτ’ ἀφ’ ὧν ἐκλίθη
3. πρὸς τὸ βάθος τὰ πέρατα τοῦ κατεαγότος, ἀνάλογον τοῖς
4. ἐπὶ τοῦ δέρματος χείλεσιν ἀποστῆναι δεῖται τὰ συνεληλυθότα
5. καὶ τοῦτο πρόδηλον παντί. καὶ μέντοι καὶ ὅτι κατ’
6. ἐκεῖνα τῶν ὀστῶν συμβαίνει τὸ εἰρημένον, ὅσα καὶ ἐν τούτοις
7. κοιλότητας ἐντὸς ἑαυτῶν ἢ σήραγγας ἀξιολόγους ἔχει
8. καὶ γιγνώσκομεν αὐτὰ καθ’ ἑαυτὰ χρήσιμα ταῦτα, ὡς δὲ
9. κακῶς εἰρημένα νῦν μέμψαιτ’ ἂν τις. τῇ γὰρ προκειμένῃ
10. λέξει συμφωνίαν οὐδεμίαν ἔχει. γέγραπται γὰρ ἐν αὐτῇ,
11. ὧν δὲ ἂν ἀποστῇ τὰ ἐναντία. οὐ ταὐτὸν δὲ σημαίνεται πρὸς
12. τῆς, ὧν δ’ ἂν ἀποστῇ καὶ πρὸς τῆς ὧν δὲ ἀποστῆσαι θέλει
13. λέξεως. ἐχρῆν οὖν αὐτοὺς, ὥσπερ οἱ πρότεροι τὴν
14. ἀπόφασιν προτιθέντες τοῦ ἀποστῆσαι τὴν λέξιν ὁμολογοῦσαν.
15. εἰργάσατο τῇ σφετέρᾳ δόξῃ οὕτως αὐτοὺς μεταγράψαντες
16. αὐτὴν ἐξηγήσασθαι καθὼς βούλονται. γεγραμμένης
17. δ’ ὡς νῦν γέγραπται, τὴν ἐξήγησιν ἀλλοτρίαν ἐποιήσαντο. 
1. μὴ τοίνυν ἐν τῇ προκειμένῃ λέξει σε περὶ ὧν ἀποστῆσαι
2. βουλόμεθα διδάσκει. ἐρεῖ γὰρ περὶ τούτων ἐφεξῆς. ἀλλὰ
3. περὶ τῶν ἀφισταμένων, οὐδέπω ἀφεστώτων τελέως ἢ καὶ τελέως
4. μὲν ἀφεστώτων, οὐ μὴν εἰς κόλπον γε μεθεστώτων
5. ἤδη. δεῖται γὰρ ταῦτα πρώτης μὲν τῆς ἀνωδύνου καὶ
6. πεπτούσης τὸ διαπυΐσκον ἀγωγῆς. ἐπεὶ δ’ ἂν ἐκπυήσῃ
7. στομώσεως εἰς ἔκκρισιν, εἶτ’ ἐφεξῆς εἴ τι φλεγμονῆς ἐν τοῖς
8. περιέχουσι τὸ ἐκκριθὲν ὑγρὸν ὑπολείπεται, αὐτὸ ἐξιάσασθαι
9. καὶ μετὰ ταῦθ’, ὡς ἔφην, ἀντιξηρανθῆναί τε καὶ σαρκωθῆναι,
10. κἄπειθ’ οὕτως κολλᾶσθαι καταλειφθέντος αὐτοῦ μόνου
11. τοῦ κόλπου μηδενὸς ἐζευγμένου παθήματος αὐτῷ. μήτ’
12. οὖν φλεγμονῆς μήτε ῥύπου μήτε ὑγρότητος περιττῆς μήτ’
13. ἐνδείας σαρκῶν. οὐδὲν οὖν θαυμαστὸν, εἰ τἀναντία συμβουλεύει
14. πράττειν ἐπὶ τῶν ἀφισταμένων. ὅστις γὰρ ὡμίληκε
15. μὴ κατὰ τὸ πάρεργον τοῖς ἔργοις τῆς τέχνης, οἶδεν
16. ἐπὶ τῶν πεφθῆναι δυναμένων ἀποστάσεων οὔτ’ ἐκκρίνεσθαί
17. τι τοῦ διαπυΐσκοντος χυμοῦ ἀσύμφορον. ἄμεινόν τε
1. γὰρ θᾶττον ἔνδον αὐτῷ μένοντι συμβάλλειν τὸ λοιπὸν, οὐδ’
2. ὅλως ἐπιδέσεως χρῇζον τὸ πεπονθὸς, ὅσον ἐπὶ τῷ πάθει.
3. παραλαμβάνεται γὰρ ἐπ’ αὐτὸ ἐπίδεσις, οὐχ ὡς αὐτὴ δυναμένη
4. θεραπεύειν, ἀλλ’ ὡς τοῖς θεραπευομένοις ὑπηρετοῦσα.
5. διαφέρει τοίνυν ἡ τῶν ἀφεστώτων θεραπεία τῆς τῶν κόλπων
6. ὅλων· τῶν γειτνιώντων μὲν γὰρ οὐδὲν ὑγρὸν
7. ἐκρεῖν ἄχρι περ ἂν πέττηται συμφέρει, τῶν κόλπων δὲ ἐκκρῖναι
8. πάντως, μηδὲν ἔνδον ὑπολείπεσθαι καὶ τούτων μὲν
9. μηδὲν ὅλως εἶναι στόμιον, ἐπὶ δὲ τῶν κόλπων εἶναί τε καὶ
10. ἀνεῷχθαι καὶ ταῦτα μὲν ἀφιστάμενα διὰ καταπλασμάτων
11. ὑγραινόντων τε καὶ θερμαινόντων πέττεσθαι. τοὺς κόλπους
12. δὲ διὰ ἰσχυρῶς ξηραινόντων καὶ καθαιρόντων, καθαροὺς
13. καὶ ξηροὺς γίνεσθαι· ἔτι δὲ τοὺς μὲν κόλπους τὴν μὲν εἰρημένην
14. ἐπίδεσιν ἰᾶσθαι, τὰ δὲ ἀφιστάμενα μηδὲ ἄλλως
15. τοῖς ἰωμένοις ὑπηρετοῦσαι, ὑπ’ αὐτῶν τὴν ἐπίδεσιν παραλαμβάνομεν.
16. Ἀσκληπιάδης δὲ ἐπὶ τῆς ἐπιδέσεως ἀκούων
17. τούτων, ὧν δὲ ἂν ἀποστῇ τὰ ἐναντία τὴν ὅλην διάνοιαν εἶναι
18. βούλεται. ἂν δὲ ἐπιδεῖν ἐν σχήματι, ἐν ᾧ μήτε ἀπόσφιγξις
1. μήτε ἀπόστασις ἔσται, τοῦτο δ’ ἐστὶν ἅπαν κατὰ
2. φύσιν. ἐφ’ ὧν δὲ ἂν ἡ ἐπίδεσις ἀποστῇ, ἐπὶ τούτων τἀναντία
3. πρᾶττε, τουτέστιν ἐν τῷ ἐναντίῳ σχήματι τὴν ἐπίδεσιν
4. ποιοῦ. καὶ γράφει κατὰ λέξιν οὕτως· ἐν ᾧ σχήματι
5. τοῦ μέρους ἐπιτιθέντος σχήματος ἐπίδεσμος ἀποστῇ, τῷ
6. ἐναντίῳ τούτῳ σχήματι τὴν ἐπίδεσιν ποιοῦ. οἷον ἐκτεταμένου
7. τοῦ ἀγκῶνος, ἐπειδὰν ὁ βραχίων καταδεθῇ, ὁ ἐπίδεσμος
8. οὐ μένει, ἀλλ’ ἀφίσταται, τοὐναντίον σχῆμα τῇ ἐκτάσει
9. κατασκευάσας· ἐπεὶ δὲ τουτέστι κάμψας τὸν ἀγκῶνα
10. ἐπίδει πάλιν. ἐπεὶ κατὰ φύσιν μὲν σχῆμα τοῖς σκέλεσίν
11. ἐστι τὸ ἐκτεταμένον, ἐὰν καὶ κεκαμμένων τῶν σκελῶν ἐπιδήσας
12. ἐκτεῖναι κελεύσῃς, μεταβάντων τῶν μυῶν εἰς ἄλλους τόπους
13. ὁ ἐπίδεσμος ἀποστήσεται ἀπ’ ἐκείνων, ἀφ’ ὧν μύες
14. ἀπεχώρησαν, τὸ ἐναντίον σχῆμα τοῦ κατακεκαμμένου ποιήσας,
15. ἐπειδὴ τουτέστιν ὁ ἐκτείνας τὰ σκέλη ἀποδεῖν, ὅπερ καὶ
16. κεῖσθαι μέλλει σχήματι. καὶ ταῦτα μέν σοι κατὰ τοῦ Ἀσκληπιάδους·
17. ἐμοὶ δὲ καιρὸς ἤδη μεταβαίνειν ἐφ’ ἑτέραν ῥῆσιν.

Cliquer un n° de page pour en afficher l’image