Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.30, ed. Kühn, 1830, vol. 18b, p. 807-811. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.30


1. Ὧν δ’ ἂν ἐκπεπταμένα συστεῖλαι, τὰ μὲν ἄλλα τὰ αὐτὰ.
2. ἐκ πολλοῦ δέ τινος δεῖ τὴν συναγωγὴν καὶ ἐκ προσαγωγῆς
3. τὴν πίεξιν τὸ πρῶτον ἥκιστα, ἔπειτα ἐπὶ μᾶλλον,
4. ὅριον τοῦ μάλιστα τὸ συμψαύειν.

5. Ἀναμνησθῶμεν εἰπεῖν κεφαλαίων ἐξεπίτηδες ὡς γίγνεσθαι
6. κατὰ τὴν λέξιν ἧς ἀρχή· ἐπίδεσις μὲν αἰτίη, ὥστε τὰ
7. ἀφεστεῶτα προστεῖλαι. ἄχρι δεῦρο λελεγμένων αὐτῷ μνημονεύσωμεν·
8. οὕτως γὰρ ὑπακουσόμεθα καὶ τοῦ λείπειν ἐν
9. τῇ προκειμένῃ ῥήσει δοκοῦντος, ὥστε καὶ προστεθέντος αὐτοῦ
10. τὴν λέξιν τοιάνδε· ὧν δὲ ἂν ἐκπεπταμένα συστεῖλαι δέῃ,
11. τὰ μὲν ἄλλα ἃ πράξομεν· ἐκ πολλοῦ δὲ τὴν προσαγωγὴν
12. ποιησόμεθα καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς εἶπεν. ἐκπεπταμένα
13. δὲ ἀκουστέον ὑπ’ αὐτοῦ λέγεσθαι τὰ μετὰ τοῦ
14. διεστάναι πλέον ἢ προσῆκεν ἀλλήλων ἐκπεπταμένα κατὰ
1. τῆς σαρκὸς ἑκάτερον χεῖλος, ὡς ἐπὶ τραυμάτων ὁρᾶται γιγνόμενον,
2. ἐνίοτε φλεγμῆναν ἰσχυρῶς. ὅταν γὰρ ἡ διαίρεσις
3. τῆς σαρκὸς ἄχρι πολλοῦ γένηται βάθους, ἐγκαρσίου τοῦ
4. μυὸς τμηθέντος, εἶθ’ ἡ μὲν κόλλησις καὶ σύμφυσις μὴ
5. τεχθῇ, φλεγμονὴ δὲ ἐπιγένηται μεγάλη, δι’ ἣν τὸ δέρμα
6. τεινόμενον ἑκατέρως τὸ συνεχὲς αὐτῷ χεῖλος ἐπισπάσηται
7. κατὰ ἀμφότερα μέρη τὸ ἐκπεπταμένον γένηται. τοιαύτην
8. δὲ ἰδίαν ἴσχει καὶ χείλη φλεγμήναντα καὶ βλέφαρα καὶ πόσθη,
9. καὶ μέντοι καὶ πιεσάντων τινῶν τὸ τῆς κεφαλῆς
10. δέρμα πρὸς ἀνάτρησιν ἐπιτηδείως γιγνομένη φλεγμονὴ
11. τὴν τῶν ἐκπεπταμένων ἰδίαν εἰργάσατο. καὶ μάλιστά γε
12. τοῦτο συμβαίνει πολλάκις, εἰ πιέσαντες τὸ δέρμα τὴν ἐν
13. τῷ μέσῳ τῶν χειλῶν χείραν μοτοῖς πληροῦμεν. οὔτε δὲ
14. κἀπὶ τῆς ἐγκαρσίας τομῆς τῶν μυῶν ἄχρι βάθους γιγνομένης
15. ἐνίοτε πράττομεν ἢ δι’ αἱμοῤῥαγίαν ἐνθέντες ὀθόνας
16. τιλτὰς, ἃς ὀνομάζουσι μοτοὺς καὶ τῷ δεδιέναι συμφῦναι
17. μὲν τὸ δέρμα· τὰ δὲ ἐσπασμένα μόρια τοῦ μυὸς ἑκατέρως
18. μὴ κολληθῆναι. τὰ τοιαῦτα οὖν πάθη πάντα δεῖται μὲν
1. καὶ τῆς ἄλλης θεραπείας τῆς ἰωμένης τὴν φλεγμονὴν, ἀλλ’
2. οὐ πρόκειται νῦν ἁπάντων αὐτῷ παθῶν ἁπάσας γράφειν
3. θεραπείας, ἀλλὰ τὰς χειρουργίας ἰδίως ὀνομαζομένας. ἡ
4. τοίνυν ἡ τῶν ἐκπεπταμένων ἐπίδεσις τὰ μὲν ἄλλα ἔχει τὰ
5. αὐτὰ τῶν ἀφεστώτων. ἄρχεται γὰρ ἐκ τῶν ὑγιῶν καὶ κατ’
6. ὀλίγον ἥκει πρὸς τὴν φανερὰν ἕλκωσιν ἔχον δέρμα. διαφέρει
7. δὲ ἐν τῷ πόῤῥωθεν ἄρχεσθαι μᾶλλον τῆς τῶν ἀφεστώτων,
8. ἀποτείνειν τε τὴν πίεσιν ἄχρι τῶν ἐκπεπταμένων
9. μορίων. ἐπὶ γοῦν τῶν κόλπων ἐπίδεσιν ἐκ τοῦ πυθμένος αὐτῶν
10. ἤρθη. τὴν δὲ τῶν ἐκπεπταμένων ἐκ τῆς οἷον ῥίζης αὐτῶν
11. ἄρχεσθαι προσῆκον, ἀλλὰ πόῤῥωθεν ἐκ τῶν ὑγρῶν ἐπάγειν
12. τὸ δέρμα κατὰ βραχὺ πρὸς τὴν ἕλκωσιν, οὐ κελεύοντα
13. τὴν ἐπίδεσιν τῶν ἑλκῶν, ἀλλ’ ἐπιτείνοντα κατὰ βραχὺ τὴν
14. πρώτην ἑαυτῶν περιέλιξιν ἐκ περιτροπῆς τοῦ δέρματος πιέσεως
15. ποιεῖσθαι. μετὰ ταῦτα δὲ ἐπὶ μᾶλλον. ἔνιοι μὲν ἐπὶ
16. μιᾶς ἐνεργείας ἤκουσαν, ἔνιοι δὲ ἐπὶ πλειόνων· ἐπὶ μιᾶς
17. μὲν οὖν εἰ ἀκούοιμεν τοῦ πρώτου ὀνόματος, ἡ τῆς ἐπιδέσεως 
1. ἀρχὴ δηλωθήσεται. ἐὰν δὲ ἐπὶ πλειόνων, τὴν πρώτην
2. ἐπίδεσιν ὅλην δηλώσει τὸ πρῶτον ὄνομα. ἀληθὲς δέ ἐστιν
3. ἑκάτερον, ἄλλοτε ἐπ’ ἄλλης διαθέσεως οὐκ εἴδει διαφερουσῶν,
4. ἀλλὰ μεγέθει. τὴν μὲν γὰρ ἐπιεικεστέραν ἐκτροπὴν
5. καὶ διὰ μιᾶς ἐπιδέσεως, εἰ τὸ κατὰ φύσιν ἄγειν πειρώμεθα,
6. τὴν μείζονα δὲ οὐ βιαζόμεθα κατὰ τὴν πρώτην ἐπίδεσιν.
7. ἐπικρατεῖν γὰρ ἐν τῷ τότε καιρῷ χρῆσις τῆς φλεγμονῆς θεραπείαν,
8. οὐ τὴν ἐκ τῶν ἐκπεπταμένων ἐπανόρθωσιν. ἐπὶ
9. δὲ τῷ τέγει τοῦ λόγου διὰ τοῦτο προσέθηκεν, ὅριον τοῦ
10. μάλιστα τὸ ξυμψαύειν. ἐπεὶ δὲ δύναταί τις ἐπὶ πλέον ἀλλήλοις
11. τὰ συνεστῶτα συνάγειν ἢ ὥστε ψαῦσαι μόνον, ἀλλὰ
12. τὰ οὕτως συναχθέντα θλᾶται ἀνάλληλα καὶ ὀδύνην ἐργάζεται
13. καὶ τὰς φλεγμονὰς αὐτῶν αὐξηθήσεται. χρὴ τοίνυν ἄχρι
14. τοῦ ψαῦσαι συνάγειν ἀλλήλοις τὰ ἐκπεπταμένα, οὐ προσωτέρω
15. δὲ τοῦδε. γέγραπται δὲ διχῶς ἡ λέξις ἥδε, κατὰ τινὰ μὲν
16. τῶν γραφῶν ὅριον τοῦ μάλιστα καὶ ταύτην γε ὁ Ἀσκληπιάδης
17. οἶδε τὴν γραφὴν, ἐν ἄλλοις δὲ οὔτε ὅριον τοῦ μᾶλλον
1. τὸ συμψαύειν, καὶ ἔστιν ὥσπερ ἀμείνων, οὕτω καὶ παλαιοτέρα
2. ἡ διὰ τοῦ μάλιστα γραφή.

Cliquer un n° de page pour en afficher l’image