3. Ὧν δὲ συνεσταλμένα διαστεῖλαι σὺν μὲν φλεγμονῇ τἀναντία,
4. ἄνευ δὲ ταύτης παρασκευὴ μὲν τοιαύτη, ἐπιδέσει δὲ
5. ἐναντίη.
6. Τὰ συνεσταλμένα τοῖς ἐκπεπταμένοις ἐναντίως διάκειται·
7. τῶν μὲν γὰρ ἐκπεπταμένων τὰ χείλη πλεῖστον ἀλλήλαις
8. κεχώρισται πρὸς τοὺς ἐναντίους τόπους, ὥστε τὸ ἕτερον ἐπὶ
9. τὸ δεξιὸν ἀποκεχωρηκὸς εἴη, τὸ λεῖπον ἐπὶ τὴν, ἐν ἀριστεροῖς
10. χώραν μεθίσταται. τούτοις δ’ ἔμπαλιν τὰ συνεσταλμένα
11. προσελήλυθεν ἀλλήλοις οὕτως, ὡς ἤτοι τὸ ἕτερον ἐπικεῖσθαι
12. θατέρῳ ἢ οἷον δεδηλῶσθαί πως ἑκάτερον ἢ πεπρᾶχθαι, καθάπερ
13. τὰ ἑλισσόμενα. καὶ συμβαίνει ἐνίοτε διὰ τὴν φλεγμονὴν
14. καὶ τοῦτο γίγνεσθαι παραπλησίως τῷ ἐναντίῳ παθήματι,
15. καθ’ ὃ πλεῖστον ἀλλήλων ἀπῆχθαι πρὸς τὰ ἐναντία
1. τὰ τῶν ἐκπεπταμένων σωμάτων μόρια. θαυμαστὸν δὲ οὐδὲν
2. ἐν πάθει τὴν φλεγμονὴν ἐναντίῳ τούτων εἶναι συμπτωμάτων
3. γενητικήν. οὐ γὰρ ἐν τοῖς μέρεσι μεγάλως φλεγμαίνουσι
4. τῶν ἐκπεπταμένων τε καὶ συνεσταλμένων μορίων ἀμφότερα
5. γίγνεσθαι πέφυκεν. ἐπὶ γοῦν ὀφθαλμῶν ἐναργῶς
6. ὁρᾶται, τοῦ μὲν περὶ τοῖς βλεφάροις ἔξωθεν δέρματος μεγάλως
7. φλεγμήναντος καὶ μέχρι πλείονος, ὡς ἐπιλαμβάνειν
8. τι καὶ τοῦ πλησιάζοντος χωρίου, γιγνόμενον ἐπὶ τῆς φλεγμονῆς
9. ἐκτρέπεσθαι τὸ βλέφαρον. ὅταν δὲ μετρίως μὲν
10. ἔχει τὸ δέρμα φλεγμονήν· εἰ δὲ μεγάλως ὁ ἔνδον ὑμὴν ὁ
11. μέχρι τῆς ἴρεως ἐκτεταμένος ἐκλείπεται, τότε συμβαίνει τὸ
12. βλέφαρον εἴσω. κἀπειδὰν ἀμφοτέροις αὐτοῖς τοῦτο συμβεβήκει,
13. φίμωσις ὀνομάζεται τὸ πάθος, οὐ δυναμένου διοῖξαι
14. τοῦ κάμνοντος οὕτω τὸν ὀφθαλμόν. ὁ δ’ αὐτὸς τρόπος τοῦ
15. παθήματος ἐνίοτε καὶ περὶ τὰ χείλη γίγνεται καὶ πόσθην
16. καὶ ἕδραν, καὶ ἥ γε αἰτία καὶ τούτων ἡ αὐτή. τὰ μὲν γὰρ
17. ἔξωθεν αὐτῶν μέρη φλεγμήναντα σφοδρῶς ἐκτρέπεται, συμβαίνει
18. δὲ τὰ αὐτὰ παθήματα καὶ περὶ τὰ τῶν γυναικῶν
1. αἰδοῖα. ἀνάλογον δὲ τούτοις συμβαίνει γίγνεσθαι καὶ περὶ
2. τὰ τραύματα καὶ περὶ πάντα ὁπωσοῦν ἡλκωμένα. τῶν μὲν
3. γὰρ ἔξωθεν μερῶν φλεγμαινόντων ἐκτρέπεται τὰ χείλη τῶν
4. ἑλκῶν καταπίπτοντα πρὸς τὴν ἔσω χώραν. ἄτροφα δὲ εἶναι
5. καὶ λεπτὰ τηνικαῦτα ἀναγκαῖόν ἐστι τὰ αὐτὰ χείλη καὶ
6. πλαδαρά. πρὸς οὓς ἄρα γε. πῶς γὰρ ἂν ἄλλως, εἰ μή τις
7. ὑπάρχῃ, πρὸς τὴν ἔσω χώραν ἑτοίμως καταφέροιτο; αὐτῶν
8. δὲ ἔνδον μερῶν ἔνδεια καὶ δι’ ἀτροφίαν φθινώδη καὶ διὰ
9. χειρουργίαν ἀμέτρως ἐκκόψασαν τὴν ὑποκειμένην σάρκα καὶ
10. διὰ σηπεδόνα διαφείρασαν αὐτὰ συμβαίνει. τὰς μὲν οὖν
11. τοιαύτας διαθέσεις ἐπίδεσις ὠφελεῖ προσηκόντως γιγνομένη·
12. τὰς δὲ διὰ φλεγμονὴν κατὰ μὲν τὸν ἑαυτῆς λόγον οὐ
13. μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτει βαρύνουσα. διότι
14. δὲ τοῖς ἰωμένοις τὴν φλεγμονὴν φαρμάκοις ὑπηρετεῖ, διὰ
15. τοῦτο ἀναγκαία γίνεται. κατὰ τοῦτο οὖν ὁ Ἱπποκράτης
16. εἶπε τὰ συνεσταλμένα μόρια σὺν μὲν φλεγμονῇ τἀναντία
17. πραττόντων ἡμῶν ὀνίνησιν, ὅπερ ἐστὶ φεύγοντας ἐπίδεσιν.
18. ὅτι μὴ διὰ μεγάλην ἀνάγκην ἕνεκα τοῦ κατασχεῖν τινα τῶν
1. ἐπικειμένων τοῖς φλεγμαίνουσι μορίοις, ὡς ἀφ’ ὧν γε ἐλπίζομεν
2. ἐπιμεῖναι ταῦτα δύνασθαι χωρὶς ἐπιδέσεως, οὐδ’
3. ὅλως ἐπίδεσμον τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων προσφέρομεν
4. αὐτὸν ἐκλεπτοτάτων τε καὶ κουφοτάτων ὀθονίων ποιούμεθα,
5. καθόσον οἶόν τε περιβολαῖς ἐλαχίσταις ἢ καὶ μόνῃ
6. μιᾷ· τοῦτο δὲ αὐτὸ τοὺς πολλοὺς ἰατροὺς ἔλαθεν ἐπιθέντας
7. ἔξωθεν ἐπ’ οἶδος τοῖς φλεγμαίνουσι καταπλάσματά τε παχέα
8. καὶ ῥάκη σκληρὰ καὶ βαρέα καὶ ἔρια πολλὰ καὶ πλῆθος ἐπιδέσμων,
9. ἅτινα πάντα κατὰ τὸν αὐτὸν ἐναντιώτα ταῖς φλεγμοναῖς
10. ἐστι μεγάλως ὑπὸ τῶν φλεγμαινόντων βλαπτομέναις.
11. ἐὰν μέντοι χωρὶς φλεγμονῆς τὰ συνεσταλμένα γένηται, τὴν
12. μὲν τῶν ὀθονίων παρασκευὴν τὴν αὐτὴν τῇ ἔμπροσθεν εἶναι
13. κελεύει, τὴν δὲ ἐπίδεσιν ἐναντίαν τῇ τῶν ἐκπεπταμένων.
14. εἴπερ οὖν ἐκείνην ἐποιησάμεθα τὴν ἀρχὴν τῶν ἐπιδέσμων,
15. ἀναγόμενοι πόῤῥωθεν ὑπὸ τῶν ὑγρῶν, ἐπανάγοντες δὲ ἐκ
16. περιτροπῆς τοὺς ἐκπεπταμένους αὐτοῖς καὶ κατὰ βραχὺ τὴν
17. πίεσιν αὐξάνοντες, τὴν τῶν συνεσταλμένων ἀπὸ τοῦ πεπονθότος
18. ἀρχόμενοι περιτρέπομέν τε καὶ ἀπάξομεν ἐπὶ τὴν πέριξ
1. χώραν τὸ δέρμα. προσθεῖναι χρὴ ἐνταῦθα
2. τὸ παραλελειμμένον ὑφ’ Ἱπποκράτους. οὐ γὰρ προὔκειτο
3. πᾶσαν αὐτῶν τῶν παθῶν ὧν μνημονεύει θεραπείαν γράφειν,
4. ἀλλὰ μόνην τὴν χειρουργίαν. ἐγὼ δὲ, ἵνα τέλειος ὁ
5. λόγος ᾖ, προσθήσω τὺ εἰπών· ὅταν τι τῶν, ὡς εἴρηται,
6. συνεσταλμένων ἐκτρέπωμεν, ἀναπληρῶσαι χρὴ τὴν ὑποκειμένην
7. χώραν, εἰς ἣν καταπέπτωκε τὰ χείλη, μοτοῖς ἢ φαρμάκῳ
8. τῷ προσήκοντι, μέχρις ἂν ἰσόπεδα γένηται τῷ πέριξ δέρματι
9. τὰ συνεσταλμένα σώματα, κἄπειτα οὕτω τὴν εἰρημένην
10. ἐπίδεσιν ποιεῖσθαι.