8. Τὸ μὲν οὖν αὕτη ἡ ἐπίδεσις ἰῆται, τὸ δὲ τοῖς ἰωμένοισιν
9. ὑπηρετέει.
10. Τοῦτο δὲ οὐκ ἔστιν ἕτερον εἶδος ἀγαθῆς ἐπιδέσεως,
11. ἀλλ’ ἐν τῷ καθόλου χρεῖαι κοιναὶ πασῶν ἐπιδέσεων καὶ
12. μέντοι καὶ μετὰ ταῦτα πῶς ἡ συμμετρία τῆς ἐπιδέσεως φυλαχθῇ
13. ἡ γραφὴ καὶ μετὰ τοῦτο περὶ ἅμματος· εἶθ’ οὕτως
14. ἄρχεται τῆς ἐφεξῆς διδασκαλίας λέγων. εὖ γε μέν ἐστι
1. γνῶναι, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος,
2. οἷον κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω καὶ τὰ
3. τούτων ἐφεξῆς λεγόμενα. μετὰ ταῦτα λοιπὸς ὁ λόγος αὐτοῦ
4. περὶ τοῦ ποίου τῆς ἐπιδέσεως γίγνεται. τεμνομένου δὲ καὶ
5. τοῦδε πάλιν εἴς τε τὸ γνῶναι πόθεν ἄρχεσθαι προσήκει
6. καθ’ ἕκαστον μέρος καὶ πάθος, εἰς ὅτι γε πάντων ὕστατον
7. ἄγειν τὴν τελευτὴν τῆς ἐπιδέσεως· ἔτι τε τὴν ἐν τῷ μεταξὺ
8. νομὴν τῶν ἐπιδέσεων, ὁποῖόν τινα χρὴ ποιεῖσθαι τάς τε
9. καθ’ ἕκαστον μέρος ἐπιβολὰς, καὶ ταῦτ’ ἐδίδαξεν, ἐν οἷς
10. γάρ φησι· τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν συγκάμπτεται
11. τὸν τρόπον τῆς ἐπιβολῆς τῶν ἐπιδέσμων διέρχεται,
12. καὶ μέντοι καὶ ὅπως χρὴ τὰ πέρατα τῶν ἐπιδέσμων ἀσφαλῶς
13. τούτοις φυλάττεσθαι ἐφεξῆς ἔγραψεν. ἐντεῦθέν τε μεταβὰς
14. τίνα τῶν ἐπιδέσμων ἐστὶν ἔργα διῆλθεν, ὥστε τῆς
15. ἀγαθῆς γενομένην ἐπιδέσεως τὸ ἕτερον εἶδος, ὃ τῷ τῆς
16. ἰσχύος ἀντιδιαιρεῖται, τὴν ὅλην ποιότητα τῆς ὅλης ἐπιδέσεως
17. εἷναι. χαλεπὸν δ’ ὂν ἑνὶ περιλαβεῖν κοινῷ ὀνόματι
18. τὰς ἐν τούτῳ τῷ εἴδει μερικὰς διαφορὰς, διὰ τοῦτ’ ἴσως
1. οὐδ’ ἐπεχείρησεν ἔτι τοῦ ἀντιδιῃρημένου τῇ ἰσχύϊ διαμεῖναι
2. παρηγορίας δηλῶσαι. ὅτι δὲ τοῦτο οὕτως ἔχει δι’ αὐτῶν
3. τῶν ῥήσεων ἔσται φανερὸν, δι’ ὧν σημαίνει τὰς γενομένας
4. αὐτὰς μεταβολὰς εἰς ἐφ’ ἕκαστον τῶν εἰρημένων κατὰ μέρος
5. κεφαλαίων. ὠνομάσθω δὲ ἅπαν αὐτὸ τὸ γένος, ἕνεκα σαφοῦς
6. διδασκαλίας καὶ συντόμου, ποιότης ἐπιδέσεως, ἰσχύος
7. μὲν καὶ πιέξει ἢ πλήθει ὀθονίων, ὥσπερ τὸ τῆς δυνάμεως
8. ὄνομα, ποτὲ μὲν ἀντίον τάττοντες τῷ τῆς ἀσθενείας λέγουσι,
9. ποτὲ δὲ ἐπὶ τοῦ κοινοῦ ῥώμης τε καὶ ἀῤῥωστίας
10. ἐπιφέρουσιν. οὕτως δὲ καὶ τὸ μέγεθος λέγουσι καὶ ἄλλα
11. πολλὰ τῶν κατὰ μέρος ὁμωνύμως τῷ κοινῷ καὶ νῦν ὡσαύτως
12. κέχρηται τῷ τῆς ἰσχύος ὀνόματι. προσήκει γὰρ οὔτε
13. ἰσχυρῶς πιέζειν οὔτε ἀσθενῶς περιλαμβάνειν τὰ πεπονθότα
14. μόρια τοῖς ἐπιδέσμοις, ὡς μὴ αἰσθάνεσθαι περικειμένων
15. αὐτῶν τὸν ἀσθενοῦντα· καὶ μέντοι καὶ τὸ πλήθει τῶν ὀθονίων
16. ἀντὶ τοῦ ποσότητι δεκτέον, ὡς μηδὲ ἐνταῦθα τὸ ἀντιδιαιρούμενον
17. τῇ ὀλιγότητι πλῆθος ἀκούειν ἡμᾶς. ἡ γὰρ
1. συμμετρία τὸ τῆς ἐπιδέσεως ἀγαθὸν ἐργάζεται, καλῶς δὲ
2. ἀγαθῶς δηλονότι τὸ συμφέρον τε καὶ ὠφέλιμον αὐτῆς. ἐν
3. μέντοι τῶν πρός τι παραλαμβανομένων ἀλλήλαις δυοῖν ἐπιδέσεων
4. ἰσχυροτέραν μὲν πεπιέχθαι, τὴν ἀσθενεστέραν
5. δὲ τὴν ἑτέραν ἐροῦμεν. οὐδὲν γὰρ ἄτοπον ὡς πρὸς
6. μὲν τὴν ὑποκειμένην διάθεσιν ἀεὶ συμμέτρως ἔχειν τὴν
7. ἐπίδεσιν, πρός τε ἑτέραν καὶ παραλαμβανομένην ἰσχυρὰν ἢ
8. ἀσθενῆ λέγεσθαι. ὁπηνίκα δὲ λύειν ἢ ἐπιτείνειν χρὴ τὴν
9. ἐπίδεσιν ἢ τὸ τῶν ὀθονίων πλῆθος αὐξάνειν ἢ μειοῦν ἐν
10. τῷ περὶ ἀγμῶν αὐτὸς ἐδίδαξε σαφέστατα.