11. Ἐς μὲν οὖν ταῦτα νόμος.
12. Οἱ κατὰ πόλεις νόμοι λόγοι τινές εἰσι προστακτικοὶ
13. μὲν ὧν χρὴ ποιεῖν, ἀπαγορευτικοὶ δὲ ὧν οὐ χρή. τούτοις
14. οὖν τοῖς νόμοις ἐοικέναι φησὶ τὰ νῦν εἰρημένα μηδὲν
15. ἔχοντα στοχαστικὸν ἢ ἀμφιβολίαν ἢ ὡς ἄλλα τινὰ τῶν κατὰ
1. τὴν ἰατρικὴν τέχνην. τὸ δ’ αὐτὸ κἀν τῷ περὶ καταγμάτων
2. εἴρηκεν ἐπὶ τὸ μετριώτερον ὑφεὶς τὸ τῆς ἀποφάσεως
3. σφοδρόν. οὐ γὰρ ἁπλῶς εἶπεν, ἐς μὲν οὖν ταῦτα νόμος
4. ὡς νῦν, ἀλλ’ οὗτος ὁ λόγος ὥσπερ νόμος δίκαιος κεῖται
5. περὶ καταγμάτων ἰήσιος.