6. Ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος πίεξις μὲν ὥστε τὰ
7. ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι, ἀλλὰ ἡρμόσθαι
8. μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ ἔσχατα,
9. ἤκιστα δὲ τὰ μέσα.
10. Ἐν τούτοις φησὶ τοῖς κατὰ τὸ τῆς ἰσχύος εἶδος διδασκομένοις
11. μέγιστα παραγγέλματα τῆς ἐπιδέσεως εἶναι τὰ
12. ἐπικείμενα τοῦ πεπονθότος μορίου, λέγεται δὲ δηλονότι τὰ
13. ὀθόνια μήτε ἀφεστάναι τοῦ χρώματος μήτε θλίβειν, ἀλλ’
14. ἡρμόσθαι μὲν, τουτέστιν ἀσφαλῶς ἐρηρεῖσθαι, προσηναγκάσθαι
1. δὲ μή. σημαίνει δὲ αὐτὸ δηλονότι τὸ προσηναγκάσθαι
2. τὸ ὀθόνιον οὕτως καὶ σφοδρῶς περιβεβλῆσθαι τοῖς πεπονθόσι
3. μορίοις, ὡς ὀδύνην παρέχειν. αὐτὰ δὲ ταῦτα τὰ
4. παραγγέλματα περὶ τοῦ ποσοῦ τῆς πιέσεως ἔνθεν τὸ πάθος
5. ἐστὶν, ἥκιστα παραλαμβάνειν προσήκει. κατὰ δὲ τὰ
6. πέρατα φροντίζειν μὲν κἀνταῦθα πάντως, ἀλλ’ ἦττον ἢ κατὰ
7. μέσα. κάλλιστον γὰρ ἀναμάρτητον εἶναι τέχνην. εἰ δέ πού
8. τι μικρὸν ἁμαρτάνει, κατ’ ἐκεῖνα γίγνεσθαι τὰ μόριά τε καὶ
9. πάθη, καθ’ ἃ καὶ ἡ βλάβη μικροτέρα, ἥκιστα δὲ ἁμαρτάνειν
10. ἐν οἷς ἀξιόλογος ἡ βλάβη.