Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 2.7, ed. Kühn, 1830, vol. 18b, p. 739-745. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:2.7


11. Ἅμμα καὶ ῥάμμα νεμόμενον μὴ κάτω, ἀλλ’ ἄνω ἐν
12. παρέξει καὶ σχέσει καὶ ἐπιδέσει καὶ πιέξει.

13. Διὰ τὶ μὲν ἀτάκτως παρήνεγκε καὶ τῷ περὶ τῆς ἐπιδέσεως
14. λόγῳ τὸν περὶ τούτων ὀλίγον ὕστερον ὀψόμεθα.
15. νυνὶ δὲ πρότερον, ὃ λέγει νοῆσαι πειραθῶμεν· ἐν διαφωνίᾳ
1. γέγονε τοῖς ἐξηγηταῖς· ἔνιοι μὲν γὰρ ἁπλῶς ἤκουσαν περί
2. τε τῆς κατὰ τὸ μῆκος διατάσεως εἰρῆσθαι τό γε ἄνω καὶ
3. τὸ κάτω, τινὲς δὲ ἐπὶ τῆς κατὰ τὸ πάθος· οὐδέτεροι ἐξηγήσαντο
4. νεμόμενον οὔτε ἐπὶ τοῦ ῥάμματος οὔτε ἐπὶ τοῦ ἅμματος.

5. Ὅτι μὲν οὖν ἅμμα καλεῖται τὸ ἐκ τῶν ἐπιδέσμων γινόμενον
6. ἀλλήλοις ἐπιπλεκομένων καὶ δεσμουμένων ἢ τῶν
7. δύο περάτων ἢ θατέρου σχισθέντος σκέλους καὶ τρίτου γε
8. ἐπ’ αὐτοῖς τοῦ καλουμένου καταλείμματος ἔξωθεν ἐπιβαλλομένου,
9. παντὶ δῆλον. ὡσαύτως δὲ καὶ ὅτι ῥάμμα τοῦ διατρήματος
10. τῆς βελόνης διῃρημένον ἕνεκα τοῦ συνάγειν
11. ἀλλήλοις ἤτοι τὰ μόρια τοῦ διατετμημένου σώματος ἢ
12. τὸ πέρας τοῦ ἐπιδέσμου τοῖς προυποβεβλημένοις αὐτοῦ μέρεσι·
13. καὶ ὁ νῦν ἐνεστὼς λόγος ἐστὶ περὶ τοῦ πρὸς ταύτην
14. τὴν χρείαν παρεσκευασμένου ῥάμματος. ἀξιοῖ δὲ τούτου
1. τὴν νομὴν ἄνω γενέσθαι. τί δὲ καλεῖ νομὴν ἐχρῆν παρ’
2. αὐτῷ μεμαθηκέναι, πολλάκις κεχρημένῳ τῷ ὀνόματι. κατὰ
3. τῆς τῶν ἐπιδέσμων ἀπὸ τοῦ πέρατος ἄχρι τῆς ἀρχῆς φορᾶς.
4. ἐπὶ γοῦν τῶν καταγμάτων ἐκέλευσε τὴν μὲν ἀρχὴν
5. τῶν ἐπιδέσμων ἀμφοτέρων ἐπ’ αὐτοῦ τοῦ κατάγματος τιθέναι.
6. τοὐντεῦθεν δὲ τοῦ μὲν προτέρου τὴν νομὴν ἄνω
7. ποιεῖσθαι, τοῦ δὲ δευτέρου κάτω μὲν πρότερον, εἶτ’ αὖθις
8. ἄνω, νομὴν ὀνομάζων τὴν οἷον ὁδοιπορίαν τῶν ἐπιδέσμων,
9. ἣν ἀπ’ ἀρχῆς μέχρι τέλους ποιοῦνται, περιελιττόμενοι τῷ
10. σώματι τοῦ κάμνοντος. ἀνάλογον μὲν οὖν κἀπὶ τοῦ ῥάμματος
11. ἡ νομὴ σημαίνει. δυναμένης γὰρ τῆς βελόνης κἀκ τῶν
12. ἄνω μερῶν εἰς τὰ κάτω διεκβάλλεσθαι καὶ κατὰ τοὐναντίον
13. ἐκ τῶν κάτω πρὸς τὸ μετέωρον ἀναφέρεσθαι· δυναμένης δὲ
14. καὶ μηδετέρως ἕρπειν, ἀλλὰ παρεγκλίτως ἤτοι πρὸς τὸ δεξιὸν
15. μέρος ἀπὸ τῶν ἀριστερῶν ἢ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ
16. λαιὰ διεκβάλλεσθαι, κελεύει διὰ παντὸς αὐτὴν ἄνω τὴν φορὰν
17. ἴσχειν. ἐὰν μὲν οὖν τὸ πέρας αὐτὸ μόνον τοῦ ἐπιδέσμου
18. συῤῥάπτηται τοῖς ὑποκειμένοις αὐτοῦ μέρεσιν, ἐφ’
1. ὧν μὲν ἐπιδέσεων οὐ δεόμεθα τῶν ἀντικειμένων μορίων, ὡς
2. ἐπὶ πήχεος καὶ βραχίονος καὶ μηροῦ καὶ κνήμης καὶ ἐπὶ
3. τούτων ἀναγκαῖόν ἐστιν ἤτοι ἐπὶ τῶν ἀριστερῶν μερῶν
4. ἐπὶ δεξιὰ διείρειν τὴν βελόνην ἀνάπαλιν, ἑκατέρως δὲ
5. πειρᾶσθαι τὴν φορὰν αὐτῆς ἐκκλίνοντα πρὸς τὸ ἄνω, συνάπτειν
6. οὕτως τὸ πέρας τῆς ὀθόνης, ταῖς ὑποβεβλημέναις
7. ἐπιβολαῖς. ἐφ’ ὧν δέ ἐστι χρεία τῶν ἀντικειμένων μορίων,
8. ὡς ἐπ’ ὤμου καὶ ἰσχίου, πειρᾶσθαι τὴν τελευτὴν τοῦ ἐπιδέσμου
9. ποιεῖσθαι κατὰ τὴν ἄνω φορὰν, εἶτ’ ἐνταῦθα τὴν
10. βελόνην διείροντα κάτωθεν, ἄνωθεν τὴν συῤῥαφὴν οὕτω
11. ποιεῖσθαι, μὴ κατασπῶντα τὸ ὑψηλὸν μέρος τῆς ἐπιδέσεως,
12. ἀνασπῶντα δὲ τὸ ταπεινόν. ἐγχωρεῖ μὲν γὰρ ἑκάτερον ποιεῖν
13. ἐν τῇ συῤῥαφῇ. τῶν ὀθονίων· ἀλλὰ διεκβαλεῖν τὸ ῥάμμα
14. μετὰ τῆς βελόνης, ἀνατείνειν χρὴ τὸ κάτωθεν αὐτοῦ μέρος
15. πρὸς τὸ ἄνω καὶ μὴ κατατείνειν τὸ ἄνωθεν, εἰς τὸ κάτωθεν
16. σκοπὸν ἔχοντα, διὰ τῶν ἄνωθεν μερῶν τῆς ἐπιδέσεως
17. ἀνέλκεσθαι τὸ κάτω καὶ τοῦτο ποιεῖν ἡμᾶς κελεύει. ἐν ᾧ
18. τε παρέχει τὸ πεπονθὸς ὁ κάμνων τοῖς ἰατροῖς εἰς μείωσιν,
1. ἐν ᾧ τε παρασκευάζουσιν ὡς πρὸς τὴν χειρουργίαν αὐτὸ
2. καὶ τρίτον τὸ τῆς χειρουργίας αὐτῆς μέρος ἐστὶν ἡ ἐπίδεσις.
3. ὠνόμασε τὸ μὲν πρῶτον ἐν παρέξει, τὸ δὲ δεύτερον
4. ἐν σχέσει, τὸ δὲ τρίτον ἐν ἐπιδέσει, τὸ δὲ τέταρτον ἐν πιέξει.
5. γράφουσι δὲ ἀντὶ τοῦ ἐν πιέξει τινὲς, ἐν τῇ ἔπειτα
6. ἕξει, ὃ καί μοι μᾶλλον ἀρέσκει· καὶ πρόσθεν γὰρ ἤδη τὸν
7. τοιοῦτον καιρὸν κέκληκεν ἐν ἕξει. καὶ δῆλόν ἐστιν ὥσπερ
8. ἓν σχῆμα τοῦτο ἐν πᾶσι τοῖς καιροῖς βούλεται φυλάττεσθαι
9. τῶν ἐπιδέσμων μορίων, οὕτω καὶ τὴν νομὴν τοῦ ἅμματός τε
10. καὶ ῥάμματος ἀεὶ τὴν ἀνάτασιν ἴσχειν ἄνω. πρῶτον μὲν
11. τοῦ πέρατος τῆς ἐπιδέσεως ἀσφαλῶς ἀνατεινομένου τε καὶ
12. κρατουμένου δι’ ἐκείνης τε καὶ ὅλης αὐτῆς· ἀλλ’ ἐκεῖνό τε
13. σκέψεως δεῖται, παραλελειμμένον ἄσκεπτον τοῖς ἐξηγηταῖς
14. αὐτοῦ κατὰ νομὴν τοῦ τε ἅμματός τε καὶ τοῦ ῥάμματος,
15. ὥσπερ ἐν τοῖς ἄλλοις καιροῖς, οὕτως καὶ κατ’ ἐκεῖνον ἐν ᾧ
16. παρέχουσιν οἱ κάμνοντες τοῖς ἰατροῖς ἑαυτοὺς, ἐπὶ τὴν ἄνω
17. χώραν γίνεσθαι τοῦ πεπονθότος μορίου. παραγίνονται γὰρ
18. ἐπὶ τὸν ἰατρὸν οἱ μὲν βαδίζοντες, οἱ δὲ βασταζόμενοι, καθότι 
1. ἂν αὐτοῖς δόξῃ, ποτὲ μὲν ἀνειλημμένοι τὰ πεπονθότα
2. μόρια ἢ ἐπιδεδεμένοι, ποτὲ δὲ ἄμφω πεποιηκότες. ἐν ἐκείνοις
3. οὖν ἐστιν ἡ ἐξουσία τῶν ἁμμάτων καὶ τῶν ῥαμμάτων
4. οὐκ ἐπὶ τοῖς μέλλουσι καταμανθάνειν αὐτοὺς ἢ θεραπεύειν
5. ἰατροῖς. ἴσως οὖν ἡγεῖται καὶ κατ’ ἐκεῖνον τὸν καιρὸν
6. ἐνίοτε ἰατροῖς γίνεσθαι χρείαν τοῖς πάσχουσι. καὶ γὰρ ἐν
7. ὁδοιπορίᾳ καὶ κατ’ ἀγρὸν ἐνίοτε πληγαὶ συμπίπτουσι τοῖς
8. ἰδιώταις ἢ ἐξαρθρήματα καὶ τραύματα, δεομένων μὲν ἰατρῶν
9. πλειόνων συνόδου σκέψεως ἀκριβοῦς, ὀργάνων τέ τινων
10. ἢ ἀρμένων ἢ ὀθονίων, ἔτι βρόχων εἰς τὴν θεραπείαν,
11. ὧν οὐδενὸς ἦν εὐπορία κατὰ τὸν ἀγρὸν ἢ τὴν ὁδοιπορίαν,
12. ὥστε ἐν ἐκείνῳ τῷ καιρῷ παραφανεὶς ὁ ἰατρὸς ἐπιδέσει τε
13. καὶ ἀναλήψει καὶ δήσει τὰ πάσχοντα μόρια τοῖς εὐπορευθεῖσιν
14. ὀθονίοις καὶ δηλονότι κἂν ἅμματι καταλαβεῖν δεήσῃ
15. τὴν ἐπίδεσιν ἢ ῥαφαῖς, καὶ τοῦτο πράξει προσηκόντως, εἶτ’
16. ἐν τῇ πόλει πάλιν ἑαυτὸν παρέξει ὁ κάμνων τοῖς συνήθεσιν
17. ἰατροῖς, πρῶτον μὲν εἰς ἀκριβεστέραν διάγνωσιν ὧν ἔπαθεν,
18. εἶτ’ ἐφεξῆς εἰς ἐμβολὴν τῶν ἐκπεπτωκότων ἄρθρων ἢ
1. διάπλασιν τῶν κατεαγότων ὀστῶν ἢ ῥαφὴν τῶν τραυμάτων
2. ἢ τῶν τεθλασμένων προσήκουσαν ἐπιμέλειαν, οἷς ἐφεξῆς
3. δηλονότι τὴν δέουσαν ἐπίδεσιν οἱ ἰατροὶ ποιήσονται καὶ
4. μετὰ τὴν δέσιν ἐν τῷ αὐτῷ σχήματι προνοήσονται τῆς
5. ἀποθέσεως.

Cliquer un n° de page pour en afficher l’image