6. Ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλ’ ἔνθεν ἢ
7. ἔνθεν τὸ ἅμμα.
8. Βάλλεσθαι τί καλεῖ νῦν ἅμμα τῶν ἐξηγημένων ἐστί.
9. κατὰ μὲν γὰρ τὴν ἔμπροσθεν ῥῆσιν ἀντιδιῄρηται τὸ ἅμμα,
10. νυνὶ δὲ θατέρου μόνον ἐμνημόνευσεν, ὡς δυναμένου καὶ ῥάμματος
11. εἰς ἅμμα τελευτᾷν. καὶ γὰρ τελευτάτω εἰς τοῦτο
12. πάντως ἐν ἅπασι τοῖς ῥαπτομένοις· οὐ γὰρ ἁπλῶς διεκβάλλεται
13. τῶν ῥαπτομένων ἡ βελόνη, ἀλλὰ μετὰ τοῦ ῥάμματος
14. ἀλλήλοις ἅμματι σφιγγομένων· πολλάκις μὲν οὖν
15. ἐγγὺς ἀλλήλων αἵ τε ἀρχαὶ τοῦ ῥάμματος γίνονται καὶ τὸ
1. ἅμμα, καθάπερ ὅταν τὸ δέρμα διαῤῥάπτωμεν. ἐνίοτε δὲ
2. ἀφεστήκασιν, ὡς ἐπὶ τῶν δεσμῶν συμβαίνει πολλάκις, ἐκ
3. πολλῆς συναγωγῆς τῶν μερῶν τοῦ ῥάμματος εἰς τὸ κοινὸν
4. ἅμμα γιγνομένης. εἰκὸς οὖν ἐστι νῦν αὐτὸν λέγειν μὴ κατ’
5. ἐκεῖνο τὸ μέρος βάλλεσθαι τὰς ἀρχὰς τοῦ ῥάμματος, ἐν ᾧ
6. τὸ ἕλκος ἐστίν. ᾧ προστάγματι συνεπινοεῖται μηδὲ τὸ
7. ἅμμα κατὰ τὸ ἕλκος τείνεσθαι. θλίβεται γὰρ οὐ μόνον ὑπ’
8. αὐτοῦ τοῦ ἅμματος τὸ ἕλκος, ἀλλὰ καὶ τοῦ ἐπιδέσμου πιλουμένου
9. σφοδρότερον ὑπ’ αὐτοῦ τοῦ δεομένου τοῦ ἅμματος
10. ἐσφίγχθαι βιαίτερον, εἰ μέλλει κρατήσειν τὸν ἐπίδεσμον.
11. οὕτως δὲ κἂν χωρὶς ῥάμματος ἅμμα γένηται τῶν τοῦ ἐπιδέσμου
12. περάτων, τῶν ἐπιπλεκομένων ἀλλήλοις ἤ τινος ἔξωθεν,
13. οὐ χρὴ βάλλεσθαι κατὰ τὸ ἕλκος αὐτό. συμβήσεται
14. γὰρ οὕτως καὶ τὸ ἅμμα κατὰ τοῦ ἕλκους ἐπιβεβλημένον
15. θλίβειν αὐτὸ καὶ μάλιστα ὅταν ἢ λεπτὸς ᾖ ὁ ἐπικείμενος
16. προεπίδεσμος ἢ χωρὶς ἐρίου περιβεβλημένος. ἐμοὶ μὲν οὖν
17. δοκεῖ τῆς ἐπιπλοκῆς εἰς ἅμμα τελευτώντων εἴτε ῥαμμάτων
18. εἴτε ταινιῶν ὁ Ἱπποκράτης νῦν μνημονεύειν. ἔνιοι δὲ ἡγοῦνται
1. τὰς ἀρχὰς τῶν ἐπιδέσμων αὐτὸν ἀξιοῦν μὴ τίθεσθαι
2. κατὰ τὸ ἕλκος. ἐξ αὐτῶν δέ τινες τὴν γραφὴν ἐποιήσαντο,
3. ἀληθῶς μὲν, οὐ μὴν τῇ προκειμένῃ λέξει προσήκουσαν· οὐ
4. γὰρ περὶ τῶν ἐπιδέσμων, ἀλλὰ περὶ ῥάμματος ὁ ἐνεστηκὼς
5. λόγος αὐτῷ περαίνεται. τὴν οὖν γραφὴν τοῦ ἀληθές τι
6. καὶ τεχνικὸν ἔχειν φημὶ, ἣν ποιοῦνται τῶν τε τὰς ἀρχὰς
7. βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθεν ἢ ἔνθεν, τουτέστιν
8. ἑκατέρωθεν αὐτοῦ κατὰ δεξιὸν ἢ λαιὸν μέρος. οὕτω νῦν
9. συμβήσεται καὶ τὸ γεγραμμένον αὐτῷ κατὰ τὸ
10. περὶ ἀγμῶν ὀρθῶς εἰρῆσθαι καὶ μὴ μάχεσθαι τῷ νῦν λόγῳ.
11. κελεύει γὰρ ἐν ἐκείνῳ τὰς ἀρχὰς τῶν ἐπιδέσμων βάλλεσθαι
12. κατὰ τὸ πεπονθὸς μέρος ἤτοι κάταγμα τὸ πάθος ἢ ἕλκος
13. εἴη καὶ μήτε ἀνωτέρω ἢ κατωτέρω. πρὸς γὰρ τὴν κατὰ
14. μῆκος διάστασιν ὁ ἐν ἐκείνῳ τῷ βιβλίῳ λόγος ἐκφέρεται·
15. νυνὶ δὲ οὐ πρὸς ταύτην, ἀλλὰ πρὸς τὴν κατὰ πλάτος ἀποβλέπων
16. ἔφη τὰς ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’
17. ἔνθεν ἢ ἔνθεν, τουτέστιν ἐφ’ ἑκάτερον τοῦ ἕλκους. ὁμολογεῖ
18. γὰρ τούτῳ τῷ μήτε ἀνωτέρω μήτε κατωτέρω· οὐ μὴν
1. ἴσασι τὴν γραφὴν ταύτην οἱ ἐξηγησάμενοι τὸ βιβλίον.
2. εἰκότως οὖν ἀποροῦσι, λέγοντος τοῦ Ἱπποκράτους
3. ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθεν καὶ ἔνθεν
4. τὸ ἅμμα. καὶ τισιν ἔδοξεν ἀρχὰς ἐπιδέσμων ἀκούειν ἀντὶ
5. τοῦ πέρατα, καίτοι γενικώτερον ὄνομα τὸ πέρας ἐστὶ τῆς
6. ἀρχῆς, ὡς καὶ Πλάτων ἡμᾶς ἐδίδαξε πέρατα λέγων εἶναι
7. καὶ τὴν ἀρχὴν καὶ τὴν τελευτήν. εἴπερ οὖν ἐγχωρεῖ τὴν
8. γενικωτέραν προσηγορίαν ἀντὶ τῆς εἰδικωτέρας ἐπιφέρειν
9. τῷ πράγματι, τὴν μὴν ἀρχὴν ἐξέσται λέγειν ἡμῖν πέρας,
10. ὥσπερ γε τελευτὴν, οὐ μὴν τελευτὴν ἀρχήν. καὶ μὴν εἰ
11. μηδενὸς μὲν ἄλλου δυνατὸν ἀρχὴν ἀκούειν παρὰ τὴν τῶν
12. ἐπιδέσμων, τῶν ῥαμμάτων, τῶν ταινιῶν, ἀδύνατον δὲ τὴν
13. τῶν ἐπιδέσμων ἀκούειν ἀναγκαῖόν ἐστι, τὴν αὐτὴν ἀκούειν
14. ἀρχὴν ῥαμμάτων τε καὶ ταινιῶν, εἰ δὲ βούλει, καὶ παραῤῥυμάτων·
15. καὶ γὰρ καὶ τούτων αὐτὸς δύναται καταλαμβάνειν
16. δηλονότι τὴν ἐπίδεσιν, ὥσπερ καὶ οἱ στενοὶ τελαμῶνες, ὅσοι
17. κατὰ τὸ πέρας ἀντιπλεκόμενοι δεσμὸν ἐργάζονται.