1. Τὸ δὲ ἄμμα μήτε ἐν τρίβῳ μήτε ἐν ἔργῳ μήτε ἐκεῖσε,
2. ὅκου ἐνεὸν, ὡς μὴ ἔσω ἐνεὸν κείσεται.
3. Κατὰ τὴν πρὸ ταύτης ῥῆσιν ἀξιώσας ἀρχὰς, ἐργαζόμενον
4. τὸ ἅμμα, μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἐν ἑτέρῳ τίθεσθαι
5. χωρίῳ, καθ’ ὃ καὶ τὸ ἅμμα προσήκει τεθῆναι, νῦν ἡμᾶς
6. διδάσκει τοὺς τόπους αὐτοὺς, ἐν οἶς χρὴ τίθεσθαι τὸ ἅμμα.
7. γίνεται δὲ ἐνίοτε διδασκαλία πραγμάτων οὐκ ἐκ τῶν συμβεβηκότων
8. αὐτοῖς, οὕτω δὲ ὀνομάζουσι τὰ δυνάμενα μέν
9. συμβῆναι, οὐ μὴν συμβεβηκότα γε καὶ εἴη ἂν ὁ λόγος αὐτοῦ
10. δυνάμει τοιοῦτος. τὸ ἅμμα τίθεσθαι μὴ κατὰ τὸ ἕλκος,
11. ἀλλ’ ἔνθα δυνήσει τὴν νομὴν αὐτοῦ πρὸς τὴν ἄνω χώραν
12. γενέσθαι, φυλαττόμενος τρίβον καὶ ἔργον καὶ τρίτον τὸ ἐνεόν.
13. τρίβον μὲν οὖν καλεῖ, καθ’ ὃ τὴν ἐνέργειαν ἔχει, καμπτόμενον
14. ἢ ἐκτεινόμενον ἢ ἐς τὰ πλάγια παρατριβόμενον. ἔσται
15. δὲ τρίβος τῷ μὲν βαδίζοντι τὸ ἔχνος τοῦ ποδὸς, τῷ δὲ
16. κατακειμένῳ τὸ νῶτον ἅπαν καὶ μάλιστα αὐτοῦ τὰ ἐξέχοντα
1. καὶ τὰ τῆς κεφαλῆς ὀπίσω· τῷ δὲ καθημένῳ τῆς
2. πυγῆς τὸ κάτω. εἰ δὲ διὰ τῶν χειρῶν τις ἐνεργεῖν ἐπιδεδεμένος
3. μέλλοι, σκέψῃ τίνα τε τὴν ἐνέργειαν ἐνεργήσει καὶ
4. περὶ τίνων ἔξωθεν. οὕτω γὰρ δυνήσῃ καὶ τὴν ἐν αὐτῇ
5. τρίβον ἐξευρεῖν· αἱ δὲ ἐνέργειαι δηλονότι κατὰ τὰς διαρθρώσεις
6. γίνονται. φυλάξει τοίνυν αὐτὰς ἀεὶ καὶ μάλιστα
7. τὰς μελλούσας ἐνεργεῖν, ἐπιδεδεμένου τοῦ κάμνοντος. ὅτι
8. δὲ καλῶς ὑπ’ αὐτοῦ παρῄνηται τὸ συνέχον ὅλην τὴν ἐπίδεσιν
9. ἅμμα, μὴ τίθεσθαι κατὰ τῶν σχηματιζομένων μορίων
10. ἐν ταῖς κινήσεσιν εὔδηλον. ἀναγκαῖον γὰρ ἔσται ποτὲ μὲν
11. χαλαρὰ περαιτέρω τοῦ προσήκοντος, αὖθις δὲ θλίβοντα γίγνεσθαι
12. τὰ ἅμματα, καθ’ ἡντιναοῦν ἐπιβολὴν διάρθρωσιν.
13. ὁ δὲ ἐπὶ τῆς τελευτῆς ῥήσεως εἶπεν, ἐνεὸν ἅπαντες ἀκούουσι
14. μάταιον, ὡς εἰ καὶ ἄπρακτον εἰρήκει. καλοῦσι δὲ οἱ
15. Ἕλληνες ἐνεοὺς ἐκ γενετῆς ἅμα τε κωφοὺς καὶ ἀδιάρθρωτον
16. φθεγγομένους. ὡς οὖν οὗτοι πρὸς τὰς κατὰ τὸν
17. βίον ἐνεργείας τελέως εἰσὶν ἄχρηστοι, οὕτω φασὶν αὐτὸν
18. ὠνομακέναι τὸ μηδὲν ὠφελοῦν τὴν ἐπίδεσιν ἐνεόν. ἐνδέχεται
1. οὖν τὸν μὲν Ἱπποκράτην μετὰ τοῦ κ γεγραφέναι κενεὸν,
2. ἁμαρτηθεῖσαν δὲ τὴν λέξιν εὐθὺς ἐξ ἀρχῆς διαφυλαχθῆναι
3. τοιαύτην, ἥ γε μὴν διάνοια καὶ κατ’ αὐτὴν τὴν γραφὴν
4. τὸ αὐτὸ δηλοῖ. κενεὸν γάρ ἐστι τὸ λεγόμενον ὑφ’
5. ἡμῶν κενὸν καὶ μάταιον, ὅπερ ἀνωφελές ὀνομάζουσιν. ἐπεὶ
6. τοίνυν πολλοὺς ἴσμεν ἢ δι’ ἄγνοιαν ἢ βουλομένους ἐπιμελεῖς
7. εἶναι δοκεῖν, ἄχρηστα πολλάκις ἐπιβάλλειν ἅμματα τοῖς
8. ἐπιδέσμοις· διὰ τοῦτο ἔφη νῦν ὁ Ἱπποκράτης, μὴ εἰς τὸ
9. ἐνεὸν κείσεται, τουτέστιν εἰς τὸ κενὸν, ὅπερ δηλονότι καὶ
10. ἄχρηστόν ἐστι καὶ μάταιον. ἔδοξε δέ τινι τῶν ἐξηγουμένων
11. τὸ βιβλίον κενεὸν ἡγεῖσθαι τὸ κενὸν χωρίον, ὡς ἢ καὶ
12. μασχάλην ἢ ἰγνύην ἢ καὶ βουβῶνα προσαγορεύσειέν τις,
13. οὕτως ἀντιδιαιρούμενος ὤμοις, γόνατι καὶ ἰσχίῳ. προστετυπῶσθαι
14. γὰρ ἔφη χρῆναι τὸ ἄμμα τῷ σώματι καὶ μὴ κεκραμένῳ
15. ὅμοιον εἶναι· τοιοῦτον δὲ ἔσεσθαι κατὰ μασχάλην
16. τε καὶ ἰγνύην. εἰ δή πω καὶ τοῦτο μετρίως δόξειεν εἰρῆσθαι,
17. χρῆσθαι πάρεστιν· ἐν γὰρ τοῖς ἀσφαλέσι καὶ τὸ μετρίως
18. πιθανὸν ἀρκέσει.