Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 3.1, ed. Kühn, 1830, vol. 18b, p. 816-821. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:3.1

ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΤ’ ΙΗΤΡΕΙΟΝ

ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ

ΥΠΟΜΝΗΜΑ Γ.


1. Διεστραμμένα δὲ διορθῶσαι· τὰ μὲν ἄλλα κατὰ
2. τὰ αὐτὰ, δεῖ τὰ μὲν ἐπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει,
3. παρακολλήσει, ἀναλήψει, τὰ δὲ ἐναντία ἐναντίως.

4. Αἱ διαστροφαὶ γίνονται ποτὲ μὲν ἀποχωροῦντός τινος
5. ἐκ τῆς ἰδίας ἕδρας ἐπὶ τὰ ἐκτὸς τοῦ σώματος, ποτὲ
1. δὲ ἐπελθόντος εὐρυχωρίᾳ τινὶ τῶν ἔνδον τοῦ σώματος, οἷον
2. ἐπὶ τῆς ῥινός. ἐὰν μὲν εἰς τὴν ἐκτὸς χώραν ἤτοι τῶν
3. ὀστῶν αὐτῆς ἢ καὶ τῶν πτερυγίων ἀποχωρῇ τι, διαστροφὴ
4. γίνεται πρὸς τοὐκτὸς, ἐὰν δὲ εἰς τὸν ἔνδον πόρον ἀφίκηται,
5. διαστρέφεται πρὸς τοῦτον ἡ ῥίς. ἀνάλογον δὲ κἀπὶ τῶν
6. ἄλλων μορίων διαστροφαὶ γίνονται. δηλονότι κἀπὶ τούτων ὁ
7. κοινὸς ἅπασι σκοπὸς τῆς θεραπείας ἐνδείξεται τὰ βοηθήματα.
8. κοινὸς δὲ πᾶσιν ἦν σκοπὸς τἀναντία τῶν ἐναντίων
9. ἰάματα, ὥστε καὶ νῦν τὰ μὲν ἀπεληλυθότα προσακτέον ἐστὶ
10. καὶ δι’ ἄλλων μὲν τῶν βοηθημάτων, ὑπὲρ ὧν οὐ πρόκειται
11. λέγειν, ἀτὰρ οὖν καὶ δι’ ἐπιδέσμων. αὐτὸς δὲ εἶπον τοὺς
12. ἐξ ἐπιδέσμων τόπους εἰς ταῦτα χρησίμους. ἐπίδεσιν μὲν,
13. ὡς καὶ πρόσθεν αὐτὸς ἔγραψεν, ἐπί τε τῶν ἀφεστώτων καὶ
14. ἐκπεπτωμένων καὶ συνεληλυθότων, ἀνακόλλησιν δὲ, ὡς ἐν τῷ
15. περὶ ἄρθρων, ἐπὶ ῥινὸς καὶ γένυος, ἀνάληψιν δὲ ὡς ἐν τῷ
16. περὶ καταγμάτων, ἔνθα φησίν· ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω
17. καταγῇ ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ
18. τὴν χεῖρα ἔχει ἀναλελαμμένην. τυγχάνει δὲ ἡ ταινίη κατὰ
1. τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ
2. ἀπαιωρέηται, τοῦτον ἀνάγκη τὸ ἕτερον ὀστέον εὑρεθῆναι
3. διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος. ἢν δὲ κατεαγότων
4. τῶν ὀστέων οὕτως ἄκρην τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχει
5. καὶ περὶ τὸν ἀγκῶνα, ὁ δ’ ἄλλος πῆχυς μὴ μετέωρος εἴη,
6. οὗτος εὑρεθήσεται τὸ ὀστέον εἰς τὸ κάτω μέρος διεστραμμένον
7. ἔχον. χρὴ οὖν ἐν τῇ ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ
8. τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς
9. αἰωρέεσθαι. ἡ ῥῆσις οὖν αὕτη μοχθηρὰν ἀνάληψιν, ἥτις
10. διαστροφὴν ἐργάζεται διδάσκουσα καὶ τὴν τῶν διεστραμμένων
11. ἴασιν ἐνδείκνυται. φέρε γάρ τινι διεστράφθαι πρὸς
12. τὸ κάτω τὸν πῆχυν, ἀναληψόμεθα τοῦτο ὑποθέντες αὐτῷ
13. πρὸς τὸ κάτω ταινίαν στενήν. εἰ δὲ πρὸς τὰ ἄνω διεστραμμένος
14. εἴη, τὴν πρὸς τὰ κάτω διαστρέφουσαν ἀνάληψιν
15. παραληψόμεθα, καθ’ ἣν τὰ μὲν πρὸς τῷ καρπῷ καὶ τῷ
16. ἀγκῶνι μόρια ταινία ἔχει, τὸ δὲ μεταξὺ ἀστήρικτόν ἐστιν,
17. ὥσπερ γε καὶ εἰ ἐν τῷ καρπῷ διαστροφὴ γένοιτο πρὸς τὰ
18. ἄνω, τὴν ἐπὶ τὰ κάτω διαστρέφουσαν ἐπίδεσιν προσάξομεν,
1. ἥτις συνέχουσα τὰ πρὸς ἀγκῶνα τὸ πρὸς τῷ καρπῷ πέρας
2. ἀστήρικτον ἀπολείποι. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς
3. πρὸς ἀγκῶνα διαστροφῆς πρὸς τὴν ἄνω τὴν ἀνέδραστον μόνον
4. τοῦτον καταλιποῦσαν ἀνάληψιν προσάξομεν, ἥτις τόπῳ
5. διεστραμμένῳ αὐτὴ διέστρεφεν εἰς τὰ κάτω. συνελόντι δὲ
6. εἰπεῖν, εἴ τινα μήπω διεστραμμένα διαστρέφουσιν, αὐτὰ τὰ
7. πρὸς τὸν ἐναντίον τρόπον διεστραμμένα κατευθύνουσι. ἀνάλογον
8. δὲ τούτοις ἁμαρτάνεται καὶ κατορθοῦται κατὰ κνήμην
9. καὶ μηρὸν ἐν ταῖς ὅλου τοῦ σκέλους θέσεσιν. ὅπερ γὰρ ἐπὶ
10. χειρὸς ἀνάληψις, τοῦτο θέσις ἐπὶ σκέλους καὶ χρὴ προσυπακοῦσαι
11. τῷ τῆς ἀναλήψεως ὀνόματι καὶ τὴν θέσιν. τὸ δὲ ἐπὶ
12. τῷ τέλει τῆς ῥήσεως εἰρημένον, τὰ δὲ ἐναντία ἐναντίως, ἐγχωρεῖ
13. καὶ περὶ τῶν εἰρημένων ἐπιδέσεων λέγεσθαι. τὰ γὰρ
14. ἐναντία γενήσεται τοῖς εἰρημένοις πάθεσι λέγειν αὐτὸν ἐναντίως
15. ἐπιδούμενα κατορθοῦσθαι, τουτέστι τοῖς μὲν ἀφεστῶσι
16. τὰ παρὰ φύσιν ἐξευθυσμένα, λέλεκται δέ μοι τὰ περὶ τούτων
17. ἔμπροσθεν ἐν τῷ κατ’ ἰητρεῖον βιβλίῳ. πρῶιον μὲν
18. ἁπάντων γέγραπται λόγος ὁ περὶ τῶν φυσικῶν κριτηρίων,
1. οἶς χρώμεθα πάντες ἄνθρωποι, τά τε κατὰ τὰς τέχνας
2. ἁπάσας διοικοῦσι καὶ σύμπαντα τὸν βίον. ἔχρῃζε γὰρ
3. οὐ πρὸς τὰ προκείμενα νῦν μόνον, ὅσα κατὰ χειρουργίαν,
4. ἀλλὰ καὶ πάσας τὰς ἐν ἰατρικῇ διαγνώσεις τῶν παθῶν, ἃς
5. δὴ καὶ σημειώσεις ὀνομάζουσιν ὡρισμένοι τῶν διαγνωστικῶν
6. κριτηρίων. δεύτερος ἐπὶ τῷδε λόγος ἐν τῷ προκειμένῳ
7. βιβλίῳ γέγραπται, περὶ τῶν κατὰ τὴν ἐν ἰατρικῇ χειρουργίαν
8. διδάσκων, ἐκ τίνων συμπληροῦται. ἐφ’ ᾧ τρίτος ὁ περὶ
9. ἐπιδέσεως, ὁποίαν χρὴ γίνεσθαι τὴν ἐπίδεσιν, τὴν ἔνδειξιν
10. ἡμῶν λαμβανόντων ἀπό τε τῆς τοῦ πεπονθότος μορίου, φύσεως
11. καὶ αὐτοῦ τοῦ πάθους, ἐν τῷ νῦν ἡμῖν εἰρημένῳ λόγῳ
12. περὶ καταγμάτων ποιεῖ τὴν διδασκαλίαν, ὑποπεπτωκότων
13. πάθει γενικῷ τῇ λύσει τῆς συνεχείας. οὕτως γὰρ ἐγὼ
14. προσαγορεύειν εἴωθα τοῦτο τὸ γένος τοῦ πάθους. ὁ δὲ Ἱπποκράτης
15. ἀφεστῶτα καλεῖ τὰ σώματα τὰ οὕτω πεπονθότα,
16. ὥστε καὶ τὸ πάθος αὐτῶν ἀπόστασις εἰκότως ὀνομασθήσεται
17. καὶ γενήσεται ἕν τι εἶδος τοῦ γένους τῶν παθῶν, ὃ 
1. καλοῦσιν ἰδίως ἀπόστασίν τε καὶ ἀπόστημα. ταῦτα μὲν οὖν
2. αὐτὰ τὰ νῦν εἰρημένα χάριν ἀναμνήσεως ὧν ἔμπροσθεν ἐξηγησάμην
3. εἴρηταί μοι. καιρὸς δὲ ἤδη τῶν ἐφεξῆς
4. ἄρξασθαι.

Cliquer un n° de page pour en afficher l’image