6. Ὁκόσα δὲ κυρτὰ καὶ ἄσαρκα φύσει φυλασσομένων
7. τῶν ὑπερεχόντων, οἷον κατὰ δακτύλους ἢ σφυρὰ τῇ θέσει
8. ἢ τῇ βραχύτητι.
9. Φυλάττεσθαι κελεύει κατὰ τὰς ἐξοχὰς τῶν ὀστῶν τίθεσθαι
10. τοὺς νάρθηκας. ἔστι δὲ τοῦτο κατὰ δύο τρόπους,
11. ἢ μηδ’ ὅλως ἡμῶν τιθέντων αὐτοὺς κατ’ ἐκεῖνα τὰ μέρη
12. τῆς ἐπιδέσεως ἢ βραχυτέρους ἐπιτιθέντων, ὡς μὴ παραγίνεσθαι
13. πρὸς τὸ κυρτὸν, ἀλλὰ πρὸς τὸ καταπαύεσθαι, πρὶν
14. ἐκείνου ψαῦσαι καὶ βέλτιόν τι πράττειν οὕτως. ὠνόμασε δὲ
15. τὸ μὲν μηδ’ ὅλως θέντα νάρθηκας, φυλάξασθαι τὴν βλάβην
1. τῇ θέσει γίγνεσθαι, τὸ δὲ ἀφελεῖν τοῦ μήκους τῇ βραχύτητι,
2. δυνάμει τοῦτο λέγων, ἢ τὸ μὴ θεῖναι νάρθηκα, φυλάξασθαι
3. ψαῦσαι τοῦ προσχόντος μέρους ἢ τὸ μικροτέρους
4. θεῖναι.