5. Παρέρμασι δὲ ἑρμάζειν, μὴ πιέζειν τὸ πρῶτον.
6. Ἐμνημόνευσε παρερμάτων καὶ κατ’ ἄλλον λόγον ὀλίγον
7. ἔμπροσθεν, ἐφεξῆς τῶν ἐπιδέσμων, οὐ μὴν προσέθηκέ γε
8. ῥητοῖς ἐκείνοις αὐτὰ περιβαλεῖν, ἀλλ’ ἡ τῆς τάξεως ἀκολουθία
9. τοῦτο ἡμῖν ἐνεδείκνυτο. νυνὶ μέντοι φησὶν ἑρμάζειν
10. δεῖ, ὅπερ ἐστὶν ἑδράζειν τε καὶ στηρίζειν ἄνευ τοῦ
11. πιέζειν καὶ τοῦτο ποιεῖν κατὰ τὴν πρώτην ἐπίδεσιν, ὡς ταῖς
12. ἐφεξῆς ἡμέραις ἀνερωτώμενος ὁ πάσχων ἢ μηδ’ ὅλως αἰσθάνεσθαι
13. θλίψεως, δυναμένων ἡμῶν ἐπισφίγξαι τοὺς νάρθηκας
14. τοῖς παρέρμασιν. ἔνιοι δὲ οὐκ ἐπὶ τῇ τελευτῇ τῆς
15. προκειμένης ῥήσεως ἔγραψαν τὸ πρῶτον, ἀλλ’ ἐν ἀρχῇ τῆς
1. ἐφεξῆς, ἵνα ᾖ τοιάδε, τὸ πρῶτον κηρωτῇ μαλθακῇ, λείῃ,
2. καθαρῇ ἑλίσσετο, τὴν καλουμένην ὑπὸ τῶν γραμματικῶν
3. δοτικὴν πτῶσιν ἄμεινόν ἐστιν ἀκούειν τοῦ τε κηρωτῇ καὶ
4. τοῦ μαλθακῇ καὶ τοῦ λείῃ τὸν λόγον ποιεῖσθαι τοιοῦτον,
5. ἑλίσσοντα τὸν ἐπίδεσμον οἵφι τὸ κατεαγὸς σὺν αὐτῷ προσήκει.