Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 3.16, ed. Kühn, 1830, vol. 18b, p. 838-842. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:3.16


1. Ὕδατος θερμότης, πλῆθος· θερμότης μὲν κατὰ τῆς ἑαυτοῦ
2. χειρὸς κατασχεῖν, πλῆθος δὲ χαλάσαι μὲν καὶ ἰσχνᾶναι
3. τὸ πλεῖστον ἄριστον, σαρκῶσαι δὲ καὶ ἁπαλῦναι τὸ
4. μέτριον.

5. Καὶ ὁ περὶ τοῦ ὕδατος λόγος ἀναγκαῖός ἐστιν εἰς τὴν
6. τῶν καταγμάτων ἴασιν. ἐν γοῦν ταῖς ἐπιλύσεσιν ὕδατος
7. θερμοῦ καταντλοῦσιν ἅπαντες ἰατροὶ τὰ κατάγματα, δηλονότι
8. τῆς ἐξ αὐτοῦ βοηθείας ἐναργῶς πεπειραμένοι. διαμαρτία
9. δέ ἐστι κἀν τῇ τούτου χρήσει· μία μὲν κατὰ τὸ ποιὸν,
10. ἑτέρα δὲ κατὰ τὸ ποσὸν αὐτοῦ· κατὰ μὲν τὸ ποιὸν ἤτοι
11. θερμοτέρῳ τοῦ προσήκοντος ἢ ψυχροτέρῳ χρωμένου
12. τοῦ ἰατροῦ. κατὰ δὲ τὸ ποσὸν ἤτοι πλέονι χρόνῳ καταντλοῦντος
13. ἢ ἐλάττονι. τῆς μὲν οὖν κατὰ τὴν ποιότητα συμμετρίας
14. γνώρισμα, τὴν αὐτοῦ τοῦ ἰατροῦ τίθεται χεῖρα.
15. καταχέων γὰρ αὐτῇ ᾧ μέλλει τῷ ἐναιονᾷν, ἐστοχάσθαι δύναται
16. τοῦ καταχύματος συμμέτρου. λέγω δὲ κατὰ πλάτος
1. σύμμετρον, ὃ πρὸς τὴν κοινὴν τῶν ἀνθρώπων ἀναφέρεται,
2. οὐ πρὸς τὴν τοῦ κάμνοντος ἰδέαν. ἐνίοτε μὲν γὰρ τούτῳ
3. καὶ αὐτῷ τῷ πάσχοντι φαίνεται σύμμετρον. ἐπιχέας οὖν ἐξ
4. αὐτοῦ τὴν πρώτην ἐπίκλυσιν τοῦ θεραπευομένου δυνήσῃ
5. πυθέσθαι, πότερον ψυχρότερον ἢ θερμότερον αὐτῷ φαίνεται
6. τῷ συμμέτρῳ· καὶ οὕτως θερμὸν ἢ ψυχρὸν ὀλίγον ἐπιχέας
7. εὔκρατον ὡς πρὸς τὸν πάσχοντα ποιήσεις. κριτήριον
8. οὖν ἐστι τῆς εὐκρασίας τοῦ ὕδατος ἡμετέρα χεὶρ, ἣ πρῶτον
9. μὲν μεθέξει· ἡ δὲ αὐτοῦ τοῦ κάμνοντος αἴσθησις τὸ
10. κυριώτατόν τε καὶ τελειότατόν ἐστι καὶ πρῶτον δυνάμει
11. κριτήριον εὐκρασίας. τὸ δὲ ποσὸν τῆς χρήσεως αὐτοῦ διορισμοὺς
12. ἔχει κοινοὺς πρὸς ἀνάτριψίν τε καὶ πάνθ’ ὅσα
13. θερμαίνει βοηθήματα. ταῦτα γὰρ ἐγκείμενα οὐ μόνον πέφυκεν
14. ἐπισπᾶσθαι ἐπὶ τὸ θερμαινόμενον μόριον ἐκ τῶν πέριξ
15. τόπων, ἀλλὰ καὶ διαφορεῖν· ἀλλὰ καὶ διὰ τοῦτο τἀναντία
16. φαίνεται ποιοῦν τὸ θερμὸν ὕδωρ, παρά τε τὸ θερμὸν
17. ἔχειν τὸ σῶμα καὶ τὴν ἐπὶ πλέον καὶ ἔλαττον χρῆσιν. ἐὰν
18. μὲν γὰρ κενὸν εἴη τὸ σύμπαν σῶμα, διαφορεῖ πλέον ἢ ἐπισπᾶται·
1. ἐὰν δὲ πληθωρικὸν, ἔμπαλιν ἐπισπᾶται πολὺ μᾶλλον
2. ἢ διαφορεῖ. καὶ τοίνυν ὀλίγῳ μὲν χρόνῳ προσαχθὲν
3. ἐπλήρωσε μᾶλλον ἢ ἐκένωσεν. εἰ δὲ πλέονι καταθείη χρόνῳ,
4. διαφορεῖ μᾶλλον ἢ πληροῖ· κατὰ λόγον οὖν ἔφη χαλᾷν μὲν
5. καὶ ἰσχναίνειν τὸ πλεῖστον, ἁπαλύνειν δὲ καὶ σαρκοῦν τὸ
6. μέτριον. τὸ μὲν οὖν ἰσχναίνεσθαι τοῖς κενουμένοις ἄντικρυς
7. ἕπεται, τὸ δὲ χαλᾶσθαι τοῖς τεταμένοις οὐκ ἄντικρυς,
8. ἀλλὰ διὰ μέσων ἑτέρων. ὅσα μὲν γὰρ τῷ πεπληρῶσθαι τέταται,
9. καθάπερ τὰ φλεγμαίνοντα πάντα τῷ κενοῦσθαι χαλᾶται.
10. ὅσα δὲ τῷ πεπῆχθαι διὰ ψύξιν τῷ θερμαίνεσθαι.
11. τὰ δὲ διὰ ξηρότητα τεταμένα δι’ ὑγρότητα χαλᾶται· ἐπὶ
12. τοίνυν τὰ εἰρημένα ε΄ δύναται ποιεῖν τὸ θερμὸν ὕδωρ, ὅταν
13. ἐπὶ πλέον ὀλισθῇ τῷ σώματι, καλῶς εἶπε χαλᾷν αὐτά. μὴ
14. θαύμαζε δὲ εἰ κενοῦν τε ἅμα τὰς περιττὰς ὑγρότητας ἔφαμεν
15. δύνασθαι τὸ θερμὸν ὕδωρ καὶ ὑγραίνειν τὰ στερεὰ
16. σώματα. δέδεικται γὰρ ἐν ἑτέροις τῶν λόγων ἑκάτερον ἀληθές.
17. τὸ μὲν οὖν θερμὸν ὕδωρ ταῦτα δύναται, τὸ δὲ ὀλίγον 
1. οὐχ ἁπλῶς εἰπεῖν ἐγχωρεῖ, τί δύναται ποιεῖν. ἐὰν μὲν
2. ἤτοι δὶς ἢ τρὶς καταχέας τις ἢ πυριάσας διὰ σπόγγων ἀρκεσθῇ,
3. παντάπασιν ἡ τοιαύτη χρῆσις ἄπρακτός ἐστιν. ἐὰν
4. δὲ, ὡς αὐτὸς ἔφη, μετρίως τις αὐτῷ χρήσεται, σαρκώσει τε
5. καὶ μαλακὰ ποιήσει τὰ δεόμενα τούτου. ἄκουε δέ μου
6. προσθέντος τῷ λόγῳ τὰ δεόμενα· ἔνια γὰρ σώματα τοιαύτη
7. χρῆσις ὕδατος οὔτε ἁπαλύνειν οὔτε σαρκοῦν δύναται. τῷ
8. γοῦν ἀσάρκῳ τε ἅμα καὶ πληθωρικῷ σώματι μετρία κατάχυσις
9. ὕδατος θερμοῦ, πληρώσει περιττῆς ὑγρότητος τὸ θερμανθὲν
10. μόριον. ἐὰν δὲ ἄτροφόν τε καὶ μὴ πληθωρικὸν ᾖ,
11. σαρκώσει τε ἅμα καὶ μαλακὸν ἐργάσεται. σάρκωσις γὰρ γίνεται
12. τῶν μὲν μορίων αὐτῶν, οἷς μέλλει προσφύεσθαί τε καὶ
13. περιφύεσθαι σὰρξ, εὐκράτως ἐχόντων κατὰ θερμότητά τε
14. καὶ ψυχρότητα. τοῦ δὲ ἐπιῤῥέοντος αἵματος ὑγιεινοῦ μὲν
15. ὄντος κατὰ τὴν ποιότητα, συμμέτρου δὲ κατὰ τὴν ποσότητα.
16. ταῦτα δὲ ἀμφότερα διὰ τῆς μετρίας καταχύσεως
17. ὕδατος θερμοῦ γίγνεται συμμέτρου. τὸ γὰρ αἷμα πρὸς
1. τὸ καταντλούμενον ἕλκει μόριον, εὔκρατόν τε ἐργάζεται τὴν
2. ἐν αὐτῷ προϋπάρχουσαν σάρκα, θερμαῖνον μὲν ἢ κατεψυγμένον
3. εἰ πρόσθεν εἴη θερμὸν ἢ κατάψυχον. διαφορεῖ γὰρ
4. καὶ ταῦτα πρὸς τοὐκτὸς τὴν θερμότητα, προσέτι τῷ τέγγειν
5. ὑγρότητα χρηστὴν καὶ κατὰ τοῦτον ἐμψύχει, καθ’ ὅνπερ
6. τρόπον καὶ τὰ διὰ τῶν ποτίμων ὕδατα καὶ λουτρά. καὶ
7. γὰρ ταῦτα τοὺς νεκροὺς ἥκοντας ἐκθερμαίνει, κἂν σφόδρα
8. κατεψυγμένοι τύχωσιν ὄντες, τοὺς ἐκκεκαυμένους οὐ βλάπτει.
9. φαίνονται γοῦν ἡδόμενοι ταῖς εὐκράτοις
10. δεξαμεναῖς ἀδιψότεροι γιγνόμενοι μετὰ λουτρόν. οὕτως οὖν
11. καὶ ἡ τοῦ θερμοῦ κατάχυσις ὕδατος, εἰ μετρίως παραληφθείη,
12. σαρκοῖ, διὰ τοῦτο καὶ μαλακώτερον ἐργάζεται τὸ μόριον.
13. ἁπαλὴ γάρ ἐστιν ἡ νεοπαγὴς σὰρξ αἵματος ἄρτι πεπηγότος,
14. ὁμοίως τοῖς νεοπαγέσι τυροῖς γέννησιν ἐσχηκυίας.

Cliquer un n° de page pour en afficher l’image