15. Μέτρον δὲ ἐν τῇ καταχύσει ἔτι μετεωριζομένου, δεῖ πρὶν
1. συμπίπτειν παύεσθαι. τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα
2. δὲ ἰσχναίνεται.
3. Καταχύσεως ὕδατος θερμοῦ τὸ μέτριόν ἐστι παύεσθαι,
4. πρὶν ἄρξασθαι συμπίπτειν τὸ καταντλούμενον μέρος. ἐξαίρεται
5. γὰρ πρῶτον, ὅπερ ἐστὶν εἰς ὄγκον μείζονα τοῦ κατὰ
6. φύσιν αὐξάνεται, διά τε τὸ χεῖσθαι τὸ περιεχόμενον αἷμα
7. κατ’ αὐτὸ καὶ διὰ τὸ τὴν ἐκ τῶν ὑποκειμένων ἐπιῤῥοὴν,
8. μετὰ ταῦτα δὲ ἰσχναίνεται, διαφορηθέντος μέρους πολλοῦ,
9. τοῦ τε ἐπιῤῥυέντος ἄνωθεν καὶ τοῦ περιχυθέντος.