10. Θέσις δὲ μαλθακὴ, ὁμαλὴ, ἀνάῤῥοπος τοῖσιν ἐξέχουσι τοῦ
11. σώματος, οἷον πτέρνῃ καὶ ἰσχίῳ, ὡς μήτε ἀνακλᾶται μήτε
12. ἐκτρέπεται.
13. Ταύτην τὴν ῥῆσιν ἔνιοι μὲν ὡς μίαν ὅλην ἀναγινώσκουσιν,
14. ἔνιοι δὲ δίχα τέμνοντες, ἑκάτερον αὐτῆς τὸ μέρος
1. ἐξηγοῦνται καθ’ ἑαυτό. τὸ μὲν οὖν πρότερον μέρος οὕτως
2. περιγέγραπται, μίαν ἔχειν δυνάμενον αὐτοτελῆ διάνοιαν. ἡ
3. γάρ τοι θέσις τῶν μορίων ἐάν τε γενικῶς ἀκούεται, περιλαμβανομένης
4. καὶ τῆς ἀναλήψεως, ὡς ἐπὶ τῆς χειρὸς, ἐάν
5. τε εἰδικῶς ὡς ἐπὶ μόνου τοῦ σκέλους ἀρίστη ἀεὶ ἡ μαλθακή
6. τε γιγνομένη καὶ ὁμαλὴ καὶ ἀνάῤῥοπος· μαλθακὴ μὲν,
7. ὅπως μὴ θλίβηται κατ’ ἐκεῖνο τὸ μόριον ὁ κάμνων
8. οὕτως ἅμα τε φλεγμονῇ κινδυνεύῃ, διὰ τὴν τῆς θλίψεως
9. ὀδύνην ἅμα τε μεταβάλλειν ὁ κάμνων ἀναγκαζόμενος τὸ
10. σχῆμα, διαστρέφῃ τὸ κατεαγὸς, ὅπερ ἀκίνητον ἐν ἡσυχίᾳ
11. πολλῇ φυλάττεσθαι δεῖται. ἡ δὲ ἀνώμαλος θέσις ὀδυνηρά
12. ἐστιν ἅμα καὶ διαστρέφει τὸ κῶλον, ἐν τισὶ μὲν αὐτοῦ μέρεσιν
13. ἀστήρικτον γιγνόμενον, ἐν τισὶ δὲ θλιβόμενον εἰκότως
14. τὴν ὁμαλὴν ἐπαινεῖ. ἡ δὲ ἀνάῤῥοπος ἀρευμάτιστον φυλάττει,
15. ὅπερ ἡ κατάῤῥοπος ῥευμανίζουσα, φλεγμονῆς αἰτία γίγνεται.
16. τὸ μὲν δὴ πρότερον μέρος τῆς προκειμένης ῥήσεως,
17. ὅτι τε μίαν ἔχειν διάνοιαν δύναται ὅτι τε καλῶς εἴρηται
18. κατὰ τήνδε εὔδηλον ἤδη γέγονε. τὸ δὲ δεύτερον, εἰ δὴ
1. αὐτό τις καθ’ ἑαυτὸ ἀναγινώσκει, τοιαύτην ἕξει διάνοιαν.
2. τοῖς ἐξέχουσι τοῦ σώματος οἷον πτέρνῃ καὶ ἰσχίῳ, θέσις
3. ἀρίστη ἐστὶν, ὡς μήτε ἀνακλᾷται μήτε ἐκτρέπεται. διότι
4. δὲ οὐ πρόσκειται τὸ θέσις ἀρίστη, διὰ τοῦτο δοκεῖ τισιν
5. ἐλλιπῆ τὴν διάνοιαν ἔχειν, ἀναγκάζονταί τε συνάπτειν αὐτὸ
6. τῷ προτέρῳ μέρει. πάλιν δὲ αὖ συναφθέντος τοῦδε τῷ
7. προτέρῳ, φαίνεται μηκέτι καθόλου γιγνόμενος ὁ λόγος,
8. ἀλλὰ περὶ μόνων τῶν ἐξεχόντων τῆς θέσεως. οἱ μὲν οὖν
9. ἐμπειρικοὶ τούτων ἀκούσαντες, ὡς νῦν ἐπινοουμένων αὐτοῖς
10. τῶν ἄλλων λόγων ἔφασαν γίγνεσθαι καθόλου. καὶ τοίνυν
11. καὶ δείκνυσιν οὐκ ἐν τούτῳ τῷ βιβλίῳ μόνον, ἀλλὰ καὶ κατὰ
12. ἄλλα πολλὰ τὸν Ἱπποκράτην δι’ ἑνὸς ἢ δυοῖν πραγμάτοιν
13. διδάσκοντα λόγους καθολικοὺς, ὅταν πραγμάτων ὁμογενῶν
14. διαφέρει τὸ διδασκόμενον, ἐναργῶς ἐπ’ αὐτῶν φαίνεσθαι,
15. καθάπερ καὶ νῦν διὰ πτέρνης καὶ ἰσχίου. πάντων γὰρ τῶν
16. τοιούτων τι μορίων, ἐπειδὰν πάθῃ, δεομένων ἐπὶ μαλθακοῦ
17. τε κεῖσθαι καὶ ὁμαλοῦ ἐν ἀναῤῥόπῳ τε σχήματι κεῖσθαι
18. φαίνεται, μάλιστα τούτων δεόμενα ὑπερεξέχοντα τοῦ σώματος,
1. ὁποῖόν τέ ἐστι τό τε ἰσχίον καὶ ἡ πτέρνα. πολλάκις
2. εἴρηταί μοι τὴν τοιαύτην ἑρμηνείαν ἀφορμὴν παρέχειν ἐξηγήσεως
3. ἄλλην ἄλλῳ καὶ τὸ τινί γε δόξαν πιθανὸν ἑτέρῳ
4. φαίνεσθαι. διὰ τοῦτο οὖν οὐδ’ ἀποφαίνεσθαι δεῖ ὑπὲρ τοῦ
5. δοξάζοντος ἀληθῶς εἶναι προσήκειν. τούτου τοίνυν ἡμᾶς
6. μεμνημένους δεῖ καὶ μέντοι καὶ γιγνώσκοντας, ὡς ἐν ταῖς
7. διαφωνουμέναις ἐξηγήσεσιν, ὅταν ἡ θεωρία φυλάττηται κατ’
8. αὐτὰς, τρίβεσθαι μακρὸν οὐ χρὴ, μεταβαίνοντας ἐπὶ τὸ
9. χρήσιμον τῆς τέχνης, ἐν ἐκείνῳ χρονίζειν ἐστὶ βέλτιον,
10. ὥσπερ καὶ νῦν ἄμεινον πρᾶξαι. συμφωνουμένων μὲν γὰρ
11. τοῦ δεῖν ἐπὶ πάντων τὴν θέσιν εἶναι μαλθακὴν καὶ ὁμαλὴν
12. καὶ ἀνάῤῥοπον, ἐξαιρέτως δὲ ἐπὶ τῶν ἐξεχόντων μορίων,
13. ὁποῖον τὸ ἰσχίον καὶ πτέρνα, τῶν ἐφεξῆς ἐχόμεθα, καθ’ ἅ
14. φησιν ὡς μήτε ἀνακλᾶται μήτε ἐκτρέπεται. πάλιν οὖν
15. κἀνταῦθα τὸ μὲν ὠφέλιμον εἰς τὴν τέχνην ἐστὶν ἐπίστασθαι
16. περὶ τῆς θέσεως τῶν ἐξεχόντων μορίων, ὥς γε ἂν μὲν ὑψηλοτέρα
17. τοῦ προσήκοντος γένηται, συμβήσεται τὸ κῶλον ἀνακλᾶσθαι.
1. ταπεινοτέρας δὲ οὔσης ἐκτρέπεσθαι καὶ μάλιστα
2. ὅταν ἡ πρώτη καὶ ὑψηλή. τὰ δὲ ἔξω τῆς τέχνης περὶ
3. τὴν λέξιν ἔτι πλείονα σχόλια. λέλεκται δὲ τελέως ἐν τῷ
4. περὶ ἀγμῶν, ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων, ὧν διεξέρχεται
5. θεωρημάτων, οὕτως καὶ θέσεως πτέρνης, ἐν οἷς φησι, πτέρνας
6. δ’ ἄκρως χρὴ κάρτα ἐπιμελέεσθαι, ὡς εὐθέτως ἕξει.
7. καὶ οἵ γε πάντα ἐπὶ πᾶσι γράφοντες εἰώθασιν, ἄλλας
8. τὰς ἐν ταῖς ἄλλαις βίβλοις εἰρημένας ῥήσεις, τὸ αὐτὸ θεώρημα
9. ἐχούσας παραγράφειν, ὅπερ οὐδὲ ἐν ταῖς δύο ἡμέραις
10. συνούσαις ἀθρόως ἂν γίγνοιτο. καὶ διὰ τοῦτο παρὰ τοῖς
11. οὕτως ἐξηγουμένοις οὐδεὶς ἀνέγνω βιβλίον ἢ ἐνιαυτοῦ θᾶττον
12. ἢ δυοῖν. καὶ ἤδη γεγονότων εἰς τὸ περὶ ἀγμῶν καὶ τὸ
13. περὶ ἄρθρων ὑπομνημάτων ὑπομνήσεως μόνης ἐνταῦθα δεῖ.
14. εἰ δέ τις οὕτως ἐπ’ ἐκείνων τῶν βιβλίων ἀνέγνω, διαδραμὼν
15. ὅτι τάχιστα τοῦτο τὸ νῦν ἡμῖν προκείμενον, ἐπ’ ἐκεῖνα
16. προβῇ τοῦ παρ’ ἐμοῦ τοῦ πεπειραμένου μαθὼν ὡς διεξοδικαὶ
17. διδασκαλίαι τεχνίτας ἐργάζονται τελείως, οὐχ αἱ κατ’
1. ἐπιτομὴν γινόμεναι. οὐ μὴν ἀχρήστους δὲ καὶ τὰς τοιαύτας
2. εἶναί φημι, σύλληψίν τινα διὰ βραχέων τῆς ὅλης θεωρίας
3. περιεχομένας.