4. Σπλῆνα παντὶ τῷ σκέλει ἢ ἡμίσει, ἐς τὸ πάθος δὲ βλέπειν
5. καὶ τἄλλα ὅσα βλάπτει δῆλα.
6. Ὡς ἀνεγνωκόσι τὸ περὶ ἀγμῶν καὶ ἄρθρων διαλέγεται,
7. κατὰ τοὺς τοιούτους λόγους, ἐν οἷς τὸ δῆλον ἰδιώτῃ δῆλον
8. εἶναι λέγει. τινὰ μέν ἐστιν οὕτω δῆλα παντὶ τῷ γένει ἔχοντα
9. καθάπερ καὶ τὰ πρὸ ταύτης ῥήσεως εἰρημένα. καὶ γὰρ
10. μαλθακῶς καὶ ὁμαλῶς δεῖν κεῖσθαι τὸ κατεαγὸς ἅπαντες
11. νοοῦσιν, οὐ μὴν ἅτε βλάπτεσθαι σωλῆνας τίθεσθαι μὴ
12. προακηκοότες περὶ αὐτοῦ κατ’ ἐκείνην ἔγραψε τὴν ῥῆσιν,
13. ἧς ἡ ἀρχὴ ἐν τῷ περὶ ἀγμῶν. περὶ γὰρ τῶν σωλήνων τῶν
14. ὑποτιθεμένων εἰς τὰ σκέλεα τὰ κατεαγότα ἀπορέω ὅ τι συμβουλεύσω.
1. καὶ διότι γε εὐλόγως ἀπορεῖ διεξέρχεται καὶ
2. πάλιν ἐν ταὐτῷ βιβλίῳ καθ’ ἑτέραν ῥῆσιν, ἦς ἡ ἀρχή· σωλῆνα
3. δὲ ἢν μὲν τις ὑπ’ αὐτὸν τὸν μηρὸν ὑποθείη καὶ διελθὼν
4. πολλὰ, κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἔφη. εἰ
5. οὖν διαμπερὲς εἴη, ποιητέος ὁ σωλὴν ἢ οὐ ποιητέος. ὁ δὲ
6. λόγος οὕτως βούλεται, μήτε ἀναγκαίαν χρείαν εἶναι τοῦ σωλῆνος·
7. εἰ μέντοι τις βούλοιτο χρῆσθαι, μέχρι τοῦ βουβῶνος
8. ὑποτιθέναι ἅπαντι τῷ σκέλει, μὴ μέχρι τοῦ γόνατος.
9. ἐξ ἐκείνων οὖν ἐγένετο δῆλον ἡμῖν καὶ τὸ νῦν εἰρημένον,
10. οὐκοῦν αὐτὸ καθ’ ἑαυτὸ δῆλον. ὅσον γὰρ ἐπὶ τῇ λέξει ἢ
11. δυνατὸν καὶ ἀκοῦσαι τὴν φωνὴν, ὡς διαζευκτικὸν εἰρῆσθαι
12. σύνδεσμον. ἀλλ’ ἐκεῖνον ἐνοήσαμεν ἀν’ ἀποφάσεως αὐτὴν
13. τετάχθαι. βούλεται γὰρ ἅπαντι τῷ σκέλει οὕτως ἡμᾶς τὸν
14. σωλῆνα χωρὶς βλάβης ὑποβάλλεσθαι, καθάπερ Ὅμηρος ἔφη·
16. ὁ Θουκυδίδης δέ·
1. σκοπεῖσθαι δέ φησι, χρῆναι καὶ τὸ πάθος, οὖ χάριν ὁ
2. σωλὴν περιλαμβάνεται καὶ ὅσα βλάπτειν πέφυκε. τὸ μὲν
3. οὖν πάθος ἐστὶν ἰσχυρὸν σύντριμμα τῶν κατὰ τὸ
4. σκέλος ὀστῶν ἀκριβῶς ἀκινήτου δεομένου τοῦ σκέλους τὴν
5. ἴασιν. ὁ γὰρ σωλὴν ἐπαινεῖται πρός τινων, ὡς ἐν ἐκείνοις τοῖς
6. καιροῖς χρήσιμος ἐσόμενος, ἐν οἶς ἀπὸ τῆς στρωμνῆς ὁ πεπονθὼς
7. ἐπανίσταται. καὶ ὅτι γε αὖ εἰσιν οὗτοι, καθ’ οὓς
8. ἤτοι γε ἀποπατῆσαι δεόμενος ἤτοι σκληρὸν τῆς στρωμνῆς μὴ
9. φέρων, ἀπολείπει τὴν προτέραν, ἐφ’ ἑτέραν στρωμνὴν ἄρτι
10. μετακομιζόμενος, αὐτὸς ἐδήλωσεν ἐν τῷ περὶ ἀγμῶν. ἐδήλωσε
11. καὶ ὅτι μέχρι τοῦ γόνατος ὁ σωλὴν γινόμενος οὔτε κωλύει
12. κινεῖσθαι τὸ σκέλος, ἀσηρής τέ ἐστι καὶ θλίβει πολλάκις.
13. ἀποβλέποντα δέ σε πρός γε τὸ πάθος, οὖ χάριν ὁ σωλὴν παραλαμβάνεται
14. καὶ πρὸς τὰς βλάβας ἃς ἐργάζεται, ποτὲ μὲν
15. αἱρεῖσθαι τὸν σωλῆνα κελεύει, ποτὲ δὲ οὔ. ἐὰν μὲν γὰρ αἱ ἐξ
16. αὐτοῦ βλάβαι μείζους ὦσι τῆς ὠφελείας, φευκτέος ὁ σωλὴν,
17. ἐὰν δὲ ὑπερβάλλῃ ἡ ὠφέλεια παντὶ τῷ σκέλει, μὴ μέντοι τοῦ
18. γόνατος.