5. Σπληνῶν μήκεα, πλάτεα, πάχεα, πλήθεα. μῆκος ὅσον ἡ
6. ἐπίδεσις, πλάτος τριῶν ἢ τεσσάρων δακτύλων, πάχος
7. τριπτύχους ἢ τετραπτύχους, πλῆθος κυκλεῦντας μη
8. ὑπερβάλλειν μηδὲ ἐλλείπειν.
9. Ἐν τῷ περὶ τῶν καταγμάτων λόγῳ τῷ νῦν αὐτῷ προκειμένῳ
10. πρῶτον μέμνηται τῶν προκειμένων σπληνῶν καλουμένων,
11. κελεύων αὐτοὺς εἶναι τῷ μήκει μὲν ἴσους τῇ ἐπιδέσει
12. καὶ παραλαμβάνηται δι’ ἐκείνην ἕνεκα τοῦ στηρίζειν καὶ
13. κατέχειν αὐτὴν ἀκίνητον. τῷ δὲ πλάτει τριῶν ἢ τεττάρων
14. δακτύλων, τῶν τοῦ αὐτοῦ τοῦ ἐπιδουμένου δηλονότι, τῷ
1. πάχει δὲ ἢ τριπτύχους ἢ τετραπτύχους· ἔνθεν μὲν ἀσφαλεστέρας
2. φρουρᾶς ἡ ἐπίδεσις δεῖται τετραπτύχους, ἔνθα
3. δὲ οὐ τοιαύτης, ἀρκοῦν ἡγούμενος καὶ τοὺς τριπτύχους.
4. εὔδηλον δ’ ὅτι τὰ συντετριμμένα μᾶλλον ὀστᾶ, πλέονος
5. ἀσφαλείας δεῖται. τὸ δὲ πλῆθος τῶν σπληνῶν τοσοῦτον,
6. φησὶν, εἶναι χρὴ, ὡς ἐν κύκλῳ περιληφθῆναι τὸ ἐπιδούμενον
7. κῶλον. οὐ γὰρ δὴ τοῖς τῆς κλειδὸς ἢ πλευρᾶς κατάγμασι
8. περιλαμβάνειν ἐν κύκλῳ δυνατὸν, ἀλλ’ ἐπ’ ἐνίων τὸ
9. μέγεθος τοῦ κατάγματος ἐνδείξεταί σοι τὸν ἀριθμὸν τῶν
10. σπληνῶν ἐπὶ τῆς κλειδὸς εἰώθαμεν ὡς τὸ πολὺ χρῆσθαι
11. τρισὶ τετραπτύχοις σπλήνισι τοὺς δύο μὲν τοὺς πρώτους
12. εἰς ὁμοιότητα τοῦ γράμματος ἐπιβάλλοντες, ὡς κατ’ αὐτοῦ
13. τοῦ συντετριμμένου τὸ μέσον ἑκατέρου καθ’ ὃ συμβάλλουσιν
14. ἐνίοις ἐπικεῖσθαι. τρίτον δὲ αὐτοῖς καὶ ἔξωθεν ἐπιθέντες
15. κατὰ τὸ τοῦ σώματος μῆκος ἐντεταμένον, αὐτούς γε τοὺς
16. ὑποκειμένους σφίγγοντα καὶ τὸ κατεαγὸς μέρος τῆς κλειδὸς
17. πιλοῦντα.