3. Φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει ὃ βούλεται
4. τεκμαρτέον. ἐς δὲ ταῦτα ἐκ τοῦ ἐλινύοντος ἐκ
5. τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος. ἐκ μὲν τοῦ ἐλινύοντος καὶ
6. ἀφειμένου τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρὸς
7. ἐκ δὲ τοῦ κοινοῦ ἔκτασιν, σύγκαμψιν, οἷον τὸ
8. ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα, ἐκ δὲ τοῦ
9. ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον
10. σκέλεα ἔκτασιν. ἀπὸ τούτου γὰρ ῥήϊστα πλεῖστον χρόνον
11. ἔχοι ἂν μὴ μεταλλάσσοντα.
12. Ἐπεὶ διὰ τῆς προτέρας ῥήσεως τοῦ κατὰ φύσιν ἐμνημόνευσεν,
13. εἰκότως οὖν ἐξηγεῖται, τίς ἡ φύσις ἐστὶν αὕτη
14. καὶ τίνα τὰ γνωρίσματα ταύτης, καί φησιν· φύσις δὲ ἐν μὲν
15. ἔργοις τοῦ ἔργου τῇ πρήξει ὃ βούλεται τεκμαρτέον, ὡς εἰ
1. καὶ οὕτως εἶπε, κατὰ φύσιν μὲν σχῆμα κατὰ μὲν τὰς ἐνεργείας
2. ὁ σκοπὸς αὐτῶν καὶ ἡ χρεία δι’ ἣν ἐνεργοῦνται. ἐς
3. δὲ ταῦτα, τουτέστι τὰ νῦν εἰρημένα, τὴν πάρεξιν καὶ διάτασιν
4. ἀνάπλασίν τε καὶ θέσιν, ὡς ἂν οὐδεμίαν ἐνέργειαν
5. ἐνεργοῦντος διὰ τοῦ πεπονθότος μορίου τοῦ κάμνοντος. ἑτέρους
6. σκοποὺς τῆς τοῦ κατὰ φύσιν σχήματος εὑρέσεως, οὓς
7. ἐφεξῆς αὐτὸς διέρχεται γράψας, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ
8. κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐλινύοντος μὲν λέγων τοῦ μηδὲν
9. ὅλως ἐνεργοῦντος, ἀλλ’ ἡσυχάζοντος. ἐξ οὗ φησι τὰς ἰθυωρίας
10. λαμβάνεσθαι, καθάπερ ἐπὶ τῆς χειρὸς ἐδίδαξεν, ὑποκεῖσθαι
11. μὲν ἀξιῶν τὸ τοῦ πήχεος ὀστοῦν, ἐπικεῖσθαι δὲ τὸ
12. τῆς κερκίδος. ἐκ δὲ τοῦ κοινοῦ τὸ μεταξὺ σχῆμα κάμψεώς
13. τε καὶ ἐκτάσεως ἄκρας. ὅπερ ἐγγὺς εἶναί φησι τοῦ ἐγγωνίου
14. σχήματος πήχεος πρὸς βραχίονα· καὶ καλεῖσθαί φασιν
15. ἐγγώνιον σχῆμα τὸ κατ’ ὀρθὴν γωνίαν, τουτέστιν ἵνα τὸ
16. τοῦ πήχεος ὀστοῦν πρὸς τὸ τοῦ βραχίονος ὀρθὴν ἐργάζηται
17. γωνίαν. πάντων δὲ τῶν παλαιῶν ἀντιγράφων προκείμενον
18. ἐχόντων τὸ ἐγγὺς, εἰδότων δὲ καὶ τῶν ἐξηγησαμένων
1. τὸ σύγγραμμα ταύτην τὴν γραφὴν, κατὰ δύο τρόπους μοχθηρὸν
2. γίνεται τὸ λεγόμενον, ἐάν τις ἐγγώνιον ἀκούῃ σχῆμα
3. κατ’ ὀξεῖαν γωνίαν, ὀξείας δηλονότι γωνίας ὀνομαζομένης,
4. ἥτις ἂν ἐλάττων ᾖ τῆς ὀρθῆς. ὅταν μὲν εὐθεῖα ἐπ’ εὐθείας
5. σταθεῖσα, τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖ,
6. ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν. ἡ δὲ τῆς ὀρθῆς ἐλάττων
7. ὀξεῖα καλεῖται, καθάπερ ἡ μείζων ἀμβλεῖα. καὶ τοίνυν
8. ἡ μὲν ὀρθὴ γωνία κατὰ μέγεθός ἐστιν οὐκ ἔχουσα τὸ μᾶλλόν
9. τε καὶ ἧττον. ἀπερίληπτον δὲ ἀριθμῷ τὸ πλῆθός ἐστι
10. τῶν ὀξειῶν τε καὶ ἀμβλειῶν ὑπαρχουσῶν. ἀπαρέγκλιτος
11. μὲν γὰρ ἡ ὀρθὴ γωνία, διότι καὶ ἡ ἐφισταμένη
12. κατ’ εὐθείας, εὐθεῖαν τηνικαῦτα τὴν γένεσιν ἐργάζεται δυοῖν
13. θατέρων ὀρθῶν γωνιῶν, ὅταν ἀπαρέγκλιτος ἐφίσταται. κέκληκε
14. δὲ αὐτὴν ὀρθὴν ἐργαζομένην γωνίαν, πρὸς τὸ ἕτερον
15. μέρος τῆς ὑπερβεβλημένης εὐθείας. καὶ ἡ κλίσις αὐτῆς τὸ
16. μᾶλλόν τε καὶ ἧττον ἀναρίθμητον ἔχει πλήθει.
1. Οἷον οὖν ἐστι τὴν ὀρθὴν γωνίαν ἑρμηνεῦσαι βουληθέντα
2. λέγειν ἐγγὺς εἶναι τῆς ὀξείας. ἡγεῖται μὲν γὰρ ἡ
3. τῆς ὀρθῆς νόησις, ἕπεται δὲ ἡ τῆς ὀξείας, ὅτι ἡ μὲν ὀρθὴ
4. μία, καθάπερ εἶπον, ἄπειροι δὲ κατὰ πλῆθος αἱ ὀξεῖαι. τὸ
5. μὲν οὖν ἐγγὺς εἶναι τῆς ὀρθῆς ὀξεῖάν τινα γωνίαν εἰκότως
6. ἄν τις εἴποι. παμπόλλων γὰρ οὐσῶν αὐτῶν ταύτην νοήσομεν
7. ἐγγὺς εἶναι τῆς ὀρθῆς, ἣ τῆς ὀρθῆς ἂν ἀπολείπεται
8. βραχὺ καὶ μὴ πάνυ τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὴν
9. εὐθειῶν ὑποξυνομένην ἔχει. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ
10. τῶν ἀμβλειῶν παμπόλλων οὐσῶν ἐκείνας νοήσομεν ἐγγὺς εἶναι
11. τῆς ὀρθῆς, ὅσαι τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὰς
12. εὐθειῶν ἔχουσι μετρίως ἀμβλεῖαν, ἐγγὺς δὲ τῆς ὀξείας εἶναί
13. τινα γωνίαν, ἀδιανόητον μὲν οὐκ οὔσης μιᾶς τῆς ὀξείας γωνίας
14. ἡ ἐγγώνιον ἔχει σχῆμα καὶ προσέτι διὰ τὸ μὴ ἐγγώνια
15. διὰ τοῖν δυοῖν γγ μήτε εὐγώνια διὰ τῆς εὖ συλλαβῆς
16. κεκλῆσθαι σχήματα πρὸς μηδενὸς τῶν Ἑλλήνων, ἕνα γωνίαν
17. ὀξεῖαν ἔχει, τὰ μέντοι τὴν ὀρθὴν ἔχοντα γωνίαν
1. εὐγώνια διὰ τῆς εὖ διφθόγγου καὶ ἐγγώνια διὰ τοῖν δυοῖν
2. γραμμάτοιν καλοῦσι· μήτε οὖν ἀναγκαῖόν ἐστιν ἀκούειν
3. ἐγγώνιον τοῦ κατ’ ὀρθὴν γωνίαν συγκειμένου σχήματος,
4. ὅπερ γίγνεσθαι πέφυκεν, ὅταν ὀρθὴν γωνίαν ὁ πῆχυς ἐργάζηται
5. πρὸς βραχίονα. ζητεῖν δὲ διὰ τί προσέθηκεν Ἱπποκράτης
6. τὸ ἐγγύς. ὥσπερ οὖν εἰώθαμεν λέγειν πολλάκις, ἐρῶ
7. καὶ νῦν· ἀσαφεῖς λέξεις ἐπιστημονικὴν μὲν οὐκ ἔχουσιν ἐξήγησίν·
8. ἐὰν δὲ τὸ πιθανὸν μετὰ τοῦ καὶ προλεγόμενον ἀληθὲς
9. εἶναι καὶ μὴ μάχεσθαι τῇ γνώμῃ τοῦ συγγράμματος
10. τοῦ συγγραφέως ἀποδέχεσθαι χρή. τούτου τοίνυν ἐχόμενος
11. τοῦ σκοποῦ πειράσομαι τὴν ἐγγὺς φωνὴν ἐξηγήσασθαι. λέγω
12. δὲ τὸ μὲν ἐγγώνιον σχῆμα τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἔχειν,
13. ἓν γάρ ἐστιν. ἡμᾶς δὲ μάλιστα μὲν οὐ δύνασθαι τοιοῦτον
14. σχῆμα τῆς χειρὸς ἐργάζεσθαι, καθ’ ὃ διαβεβαιώσαιτο ἄν
15. τις ἀπαρεγκλίτως ὀρθὴν εἶναι γωνίαν τῆς τῶν ὀστῶν συμβολῆς
16. ἀρκεῖν ἡμῖν, εἰ μὴ πόῤῥω τούτου σχηματίσαιμεν.
17. ἔπειτα δὲ οὐδὲ βούλεται τοιοῦτον σχῆμα τῆς ὅλης χειρὸς
1. εἶναι· ἐπιδείξω γὰρ αὐτῆς τὸ κατὰ φύσιν σχῆμα, πλησίον
2. μὲν τῆς ὀρθῆς γωνίας, ἀποκεχωρηκὸς δὲ βραχὺ πρὸς τὴν
3. ἀμβλεῖαν, ὅπερ ἐστὶ πρὸς τὴν ἔκτασιν ῥέπον. ἡ δὲ ἀπόδειξίς
4. μοι τοῦ λόγου γενήσεται, δι’ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης
5. ἔγραψεν· ἐκ γὰρ τοῦ ἐλινύοντος ἔφη καὶ τοῦ ἔθεος
6. εὑρίσκειν ἡμᾶς τὰ κατὰ φύσιν σχήματα. ταῦτα δὲ ἄμφω
7. συντεθέντα σκοπὸν ἕνα ποιεῖ σύνθετον, ὡς εἰ καὶ οὕτως τις
8. εἶπεν, ἐν οἷς ἀργοῦντες εἰθίσμεθα σχήμασιν ἕκαστον τοῦ
9. σώματος μόριον ἔχειν, αἱρετέα ταῦτά ἐστι καὶ κατὰ
10. τὰς θεραπείας. εὔδηλον γὰρ ὡς ὁ πρῶτος σκοπὸς τῶν
11. ἐπιτηδείων σχημάτων ἐστὶν ἡ ἀνωδυνία. ταύτην οὖν εὔδηλον
12. ὡς οὐδεὶς τῶν ἀλγούντων ὑπερβὰς ἐν ἄλλῳ ἂν σχήματι
13. τὸ πλεῖστον μέρος τοῦ χρόνου σχηματίσαι τὸ μόριον.
14. ἐὰν οὖν ἐπισκέψῃ τοὺς ἀλγοῦντας ἀνθρώπους, εὑρήσεις ὡς
15. ἐπὶ τὸ πολὺ τὰς χεῖρας κατατιθεμένας, οὐκ ἀκριβῶς μέσας
16. ἐκτάσεως ἄκρας καὶ κάμψεως ἐσχάτης, ἀλλ’ ἐπὶ τὴν ἔκτασιν
17. ἑρπούσας. τὸ δὲ αὐτὸ συμβέβηκε καὶ κατὰ τὴν ἑτέραν
18. ἀντίθεσιν τῶν σχημάτων. ἐν γὰρ τῷ κεκμηκότι ἀναπέπτασθαι
1. μάλιστα ἐροῦμεν οἱ πάντες ἄνθρωποι τὸ ἀνωδυνώτατον
2. σχῆμα, πρὸς μὲν τὸ μέσον ἔρχονται τοῦ τε ἀκριβῶς
3. ὑπτίου καὶ πρηνοῦς ἐσχάτως, ἐκκλίνουσι δὲ βίᾳ βραχὺ
4. πρὸς τὸ πρηνές. ὁ μὲν οὖν Ἱπποκράτης ταῦτα διελθεῖν
5. βουλόμενος προσέθηκε τὸ ἐγγὺς οὐκ ἔχων διατείνεσθαι. τὸ
6. μέντοι τῶν σχημάτων τῆς χειρὸς ἁπάντων ἀνωδυνώτατον
7. εἶναι τὸ νῦν ὑπ’ ἐμοῦ λεγόμενον ἀκριβῶς οἴδασι καὶ ὅσοι
8. τρίβωνές εἰσι τῶν τοιούτων ἔργων τῆς τέχνης ἀκούσαντες
9. τὸν λόγον τοῦτον, οἱ δὲ ὅτε γνωρίζουσι τὴν κατ’ αὐτὸν
10. ἀλήθειαν. ἐνέχεσθαι δὲ δεῖ τὸν ἐξηγούμενον ὁτιοῦν σύγγραμμα
11. τῆς τε τοῦ συγγραφέως γνώμης καὶ τῆς τοῦ λεγομένου
12. πράγματος ἀληθείας· ἐν οἷς οὖν ἄδηλόν ἐστι διὰ τὴν
13. ἀσάφειαν ἡ τοῦ συγγραφέως γνώμη, τὸ δὲ ἀληθὲς χρὴ
14. φυλάττειν· οὕτως γὰρ καὶ τοὺς μανθάνοντας ὠφελεῖσθαι
15. συμβήσεται. τοῦτον οὖν τὸν σκοπὸν ἐν ἁπάσαις ταῖς ἐξηγήσεσι
16. πειρῶμαι φυλάττειν. ἔνιοι δὲ τῶν ἐξηγητῶν οὐδ’
17. ἂν ἐθελήσωσι τυχεῖν αὐτοῦ δύνανται, τῶν μὲν ἔργων τῆς
18. τέχνης ἀπείρως ἔχοντες, ἐπὶ δὲ τὸ σοφιστικὸν εἶδος ἐκτρεπόμενοι
1. καὶ γενηθέντες οἱ καλούμενοι λογικοὶ ἰατροὶ, δι’ οὓς
2. καὶ οἱ καλῶς χρώμενοι τῷ λόγῳ παρὰ τοῖς ἰδιώταις ὑποπτεύονται.
3. τούτων μὲν δὴ χρὴ μεμνῆσθαι, κἂν ὀλιγάκις
4. λέγονται, μεταβαίνειν δὲ ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ τῆς προκειμένης
5. ῥήσεως. ὥσπερ τοῦ τε ὑπτίου καὶ πρηνοῦς ἀνωδυνώτατόν
6. ἐστι, καθ’ ὃ πλείστῳ χρόνῳ τοῦ βίου συνειθισμένοι
7. σχεδὸν ἅπαντές εἰσι· προσχωρεῖ δὲ καὶ τοῦτο τῷ
8. τῆς ἐκτάσεως· ἐν τούτῳ γὰρ τῷ σχήματι πλεῖστον χρόνον
9. ἔχειν δυνάμεθα τὰ σκέλη μὴ μεταβάλλοντες. ὅτι δὲ καὶ
10. ἀναγκαῖόν ἐστι μὴ μεταλλάττειν εἰς ἕτερον ἧττον ἀνώδυνον
11. ἐν τοῖς περὶ μυῶν ὑπομνήμασι δέδεικται, μετὰ τῆς οἰκείας
12. αἰτίας μεταβαλεῖν, οὐκ ἀποδείξεως, ἀλλ’ ἀναμνήσεως χρῄζει,
13. καθάπερ γε καὶ ὅτι διὰ ταχέων ἐπανερχόμεθα πάλιν ἐπ’
14. αὐτοῦ. τὴν δ’ αἰτίαν οὐκ ἀναγκαῖον λύεσθαι μακροτέρου
15. λόγου δεομένην· ἄμεινον γὰρ ἀντὶ τοῦ τὴν αἰτίαν εἰπεῖν,
16. ἕτερόν τι χρησιμώτερον τοὺς νέους ὠφελῆσαι, μετὰ τοῦ
17. φυλάττειν ἀκριβῶς τὴν Ἱπποκράτους γνώμην καταλελεγμένην
1. πρὸς ἡμῶν ἐν ταῖς περὶ μυῶν κινήσεσιν. ἐν γὰρ τῇ
2. τοῦ βραχίονος πρὸς τὸν πῆχυν διαρθρώσει τὸ κατὰ φύσιν
3. ἐστὶ σχῆμα μέσον τῶν ὑπερβολικῶν ἑκατέρου, καθ’ ὃ μήτε
4. ἐκτεῖναι μήτε κάμψαι μᾶλλον ἔτι δυνάμεθα, καὶ φαίνεταί γε
5. τυγχάνον τῆς σαρκὸς τῶν ὀστῶν γυμνουμένων ἢ τοῦ πήχεος
6. βαθμοῦ, ἣν ὁρίζουσιν αἱ δύο κορῶναι. πεπληρωμένη δὲ
7. καὶ ὡς ὑπὸ τῆς γιγγλυμοειδοῦς τοῦ βραχίονος περιφερείας,
8. ἣν οἱ μέσοι περιλαμβάνουσι κόνδυλοι. κατὰ δὲ τὰς ἐσχάτας
9. ἐκτάσεις ἡ ὄπισθεν κορώνη τοῦ πήχεος εἰς τὴν ὀπίσω
10. βαθμίδα τοῦ βραχίονος ἐμβαίνουσα, καθάπερ ἡ πρόσθεν
11. ἐν ταῖς ἐσχάταις καμπαῖς· καὶ ὅσοι φύσει θατέραν
12. ἔχουσι τὴν ὀπίσω κοιλότητα πλέον τῆς ἄκρας ἐκτάσεως εἰς
13. τὴν ἐκτὸς χώραν ἀπάγουσι τὸν πῆχυν, ὥσπερ αὖ πάλιν οἱ
14. τοῦ προσήκοντος ἐνδεέστεροι οὐκ ἀκριβῶς ἐκτείνουσιν. ὡς
15. δὲ αἱ κατασκευαὶ τῆς διαρθρώσεως οὐχ ὅμοιαι πᾶσίν εἰσιν,
16. οὐδὲ ἀκριβεῖς ὅροι τῆς ἐκτάσεως ἐπὶ πάντων, οὕτως οὐδὲ
1. ἡ μεσίτης ἡ αὐτὴ πᾶσιν ἔσται. ὅταν οὖν τὸ μῆκος τῆς
2. ἄκρας ἐκτάσεως καὶ κάμψεως σχῆμα κατὰ φύσιν εἶναι λέγομεν,
3. οὐ κατακριβωμένως, ἀλλ’ ἐν πλατεῖ νοεῖσθαί σε χρὴ
4. τὸ μέσον τοῦτο, καλεῖ δὲ ὁ Ἱπποκράτης αὐτὸ κοινόν· ἀλλ’
5. ὥσπερ ἀδύνατόν ἐστι κατὰ τὸ ἀκριβέστατον ἐν μέσῳ σχήματι
6. καθιστάναι τὴν χεῖρα, καθ’ ὃ μηδὲ βελόνης πάχος
7. ἑλεῖν ἢ προσθεῖναι δυνατόν ἐστιν, οὕτως οὐ χρὴ μέσου τοῦδε
8. πόῤῥω σχηματίζειν τὴν χεῖρα. κατὰ τοῦτο γὰρ ὁ τεχνικὸς
9. στοχασμὸς τοῦ μὴ τεχνικοῦ διαφέρει, τοῦ μὲν τεχνικοῦ
10. πλησίον ἀφικνουμένου τῆς ἀκριβοῦς συμμετρίας, τοῦ δὲ
11. ἰδιώτου πλεῖστον ὅσον ἐνίοτε σφαλλομένου. δύναιτο ἂν οὖν
12. καὶ κατὰ τοῦτο ὁ Ἱπποκράτης συμβουλεύειν τὸ ἐγγὺς τοῦ
13. ἐγγωνίου σχήματος φυλάττειν, ἐγγώνιον μὲν καλῶν τὸ κατ’
14. ὀρθὴν γωνίαν, ἀξιῶν δὲ στοχαζομένους ἡμᾶς αὐτῆς μὴ πόῤῥω
15. τῆς ἀκριβοῦς ἀφικνεῖσθαι συμμετρίας. ὃ δὲ ἔφην ἐγὼ διδάξειν
16. τοὺς νέους χρησιμώτατον ἐς τὰ παρόντα καὶ δὴ
17. φράσω, μεγίστην ἐν πᾶσι τοῖς κατ’ ἰατρικὴν δύναμιν ἔχειν
1. τὸ ἔθος, ὡς ἐπίκτητον αὐτὸ φύσιν ὑπὸ τῶν μεγίστων ἰατρῶν
2. ὠνομάσθαι. φαίνεται δὲ καὶ Ἱπποκράτης ἐν τοῖς ἀναγκαιοτάτοις
3. σκοποῖς ἀεὶ τιθέμενος αὐτὸ καὶ δύναμιν ἐνδείξεως
4. ἀπονέμων δευτέραν, ἐπὶ προτέρας δηλονότι τοῦ κατὰ φύσιν
5. ὑπελάσσω εἶναι τὴν κατ’ αὐτὴν ἀκριβῶς ἰδέαν σχήματος,
6. ὡς ἐπὶ πάντων τῶν καμνόντων ποιεῖσθαι, ἀλλ’ ὑπαλλάττειν
7. ἐφ’ ἑκάστου τοῖς ἔθεσιν, ὁ μὲν οἰκείως ἐνίους μὲν ἑώρων
8. δι’ ὅλης ἡμέρας καθημένους, ὅσοι τέχνας ἑδραίας ἔχουσιν,
9. ἐνίους δὲ ἑστῶτας ἢ βαδίζοντας. εὔλογον οὖν ἔδοξέ μοι
10. μᾶλλον ἐκτεταμένον σχηματίζειν τὸ σκέλος, ἐφ’ ὧν εἴθισται
11. πλείστῳ χρόνῳ τοῦτο ἔχειν τὸ σχῆμα, καθάπερ καὶ ἧττον
12. ἐκτεταμένον, ἐφ’ ὧν δι’ ὅλης ἡμέρας κέκλιται, καὶ τῇ πείρᾳ
13. μεταβασανίσας, αὐτὸ τοιοῦτον εὗρον ὑπάρχειν, ὁποῖον καὶ
14. ἤλπισα. καὶ περὶ τῶν χειρῶν κατὰ τὸν αὐτὸν λόγον δεῖ
15. μὲν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος χρῆναι σχηματίζειν
16. αὐτὰς, ἀλλὰ εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ἐκ τῶν ἐθῶν
17. λαμβάνει τὴν ἔνδειξιν. ἐπεὶ δὲ καὶ διὰ τῆς πείρας ἁπάσας
18. τὰς λογικὰς οἱ ἄνθρωποι ἐπινοίας κρίνουσιν, ἐμαρτυρήθη
1. τὸ πρᾶγμα, βεβαίαν ἤδη τὴν πρόγνωσιν ἔχον οὐδὲ τοῦτο
2. ἐφθόνησαν τῆς εὑρέσεως. ὑπὸ πάντων οὖν τῶν φίλων βασανισθὲν
3. τὸ θεώρημα βέβαιον ἤδη γέγονε χρησιμώτατον
4. εἰς τὰ τοιαῦτα, καὶ τὸν Ἱπποκράτην τοίνυν εἴπομεν ὑπαλλάττειν
5. μὲν ἀξιοῦν τὸ ἀκριβὲς ἐγγώνιον σχῆμα τῇ διαφορᾷ
6. τῶν ἐθῶν, τὴν ἀλλαγὴν δὲ βραχεῖαν ποιεῖσθαι, τουτέστιν
7. ἐγγὺς τοῦ ἐγγωνίου σχήματος.