8. Ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἔχουσιν,
9. εἰς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα ἢ
10. μάλιστα εὔθετα καὶ εὔσχετα.
11. Ταῦτα καὶ πρόσθεν εἴρηται, κἂν παντελῶς αὐτὰ περιέλοι
12. τις, οὐδὲν ἡ διδασκαλία βλαβήσεται. συμβαίνει δὲ ἐν
13. τοῖς τοιούτοις βιβλίοις, ὅσα πολλῶν πραγμάτων ἑρμηνείαν
14. ἔχει διὰ βραχείας λέξεως, ἄλλως καὶ ἄλλως ἐνίοτε τὸν γραφέα
1. τὰ αὐτά πράγματα γράφειν, ἑαυτὸν σκοπούμενον ᾖ τινι
2. λέξει χρήσεται μᾶλλον, εἶθ’ εὑρόντα τὸν βιβλιογράφον ἐνίας
3. μὲν αὐτῶν ἐν τοῖς μετώποις γεγραμμένας, ἐνίας καὶ κατὰ
4. τοῦ μετώπου, πάσας ἔγραψε τῷ ἐδάφει τοῦ συγγράμματος
5. ἐν ᾗ κάλλιστα τάξει δόξουσιν εὐλόγως ἐγκεῖσθαι. τὸ γοῦν
6. κατὰ τὴν προκειμένην λέξιν δηλούμενόν ἐστι τοιοῦτον. πλείονας
7. ἔφην εἶναι καιροὺς τῷ θεραπευομένῳ. πρῶτον ἐν ᾧ
8. παραγίνεται πρὸς τὸν ἰατρὸν ἔν τινι σχήματι πάντως ἔχων
9. τὸ πεπονθὸς μέρος· εἶθ’ ἑξῆς ἄλλον, ἐν ᾧ κατεσκευάσθαι
10. τοῖς ἰατροῖς ἑαυτὸν παρέχει γνωσομένοις τί τό τε συμβεβηκὸς
11. αὐτῷ πάθημά ἐστι, καὶ τίνος δεῖται παρασκευῆς εἰς
12. θεραπείαν· εἶθ’ ἑξῆς ὁ τῆς τούτων παρασκευῆς χρόνος καὶ
13. μετ’ αὐτὸν ὁ τῆς διατάσεως, εἶτα μετὰ τοῦτον ἐπὶ μὲν τῶν
14. καταγμάτων ὁ τῆς διαπλάσεως, ἐπὶ δὲ τῶν ἐξαρθημάτων
15. ὁ τῆς ἐμβολῆς, εἶθ’ ὁ τῆς ἐπιδέσεως μετὰ τοῦτον, ὕστατος
16. δὲ πάντων ὁ τῆς ἀναλήψεως μὲν ἐπὶ χειρὸς, ἀποθέσεως
17. δὲ ἐπὶ σκέλους καὶ τῶν κατὰ νῶτα καὶ κεφαλὴν χωρίων.
18. ἕξιν οὖν εἴρηκεν ἐν τῇ προκειμένῃ λέξει παρὰ τὸ ἔχειν τὴν
1. ἐν τῷ μετὰ τὴν ἐπίδεσιν καιρῷ κατάστασιν τῶν ἐπιδεδεμένων.
2. ἀντιδιῄρηκε δὲ αὐτῇ τὴν θέσιν ἀποτιθεμένων ἢ τριῶν
3. γιγνομένων, ἅπερ ἐστὶ τὰ σκέλη καὶ ἡ κεφαλὴ καὶ ἡ σύμπασα
4. ῥάχις, ὡς τὴν ἕξιν ἡμῶν ἀκούσωμεν ὡς ἐπὶ τῶν ἄλλων,
5. οἷον ἐπί τε κλειδῶν καὶ χειρῶν καὶ πλευρῶν, ἀκρωμίου τε
6. καὶ ὠμοπλάτης καὶ γένυος ἑκατέρας καὶ εἴ τι ἄλλο τοιοῦτον.
7. βούλεται γὰρ ἐν τῇ μεταβολῇ τῶν εἰρημένων χρῆναι
8. τὰ πεπονθότα μόρια, τὰ μὲν κεῖσθαι καλῶς καὶ ὅσα δύναταί
9. γε θεῖναι, τὰ δὲ δέχεσθαι καλῶς, ἃ μὴ δύναται τιθέναι.
10. εὔθετα μὲν ὠνόμασε τιθέμενα, εὔσχετα δὲ τὰ ἄλλα.
11. τὰ μὲν γὰρ ἄλλα κατὰ τοὺς εἰρημένους αὐτῶν ἐστιν ἕτερα.
12. κοινὸν δὲ ἐν πᾶσιν ἓν ταὐτόν ἐστι τὸ κατὰ φύσιν σχῆμα
13. τοῦ μέρους. ἀποβλέπειν οὖν εἰς τοῦτό γε κελεύει στοχαζόμενον
14. τοῦ τε τελευταίου καιροῦ τὴν γεγονυῖαν ἐπίδεσιν φυλάττοντα
15. ἐν χρόνῳ πλείονι. ἐὰν οὖν ἐν ἄλλῳ σχήματι τὴν
16. ἐπίδεσιν ποιησάμενοι μεταβάλλωμεν εἰς ἄλλο, κατὰ τὸν ὕστατον
17. καιρὸν ἡ θέσις ὑπαλλαχθήσεται τῶν μυῶν καὶ τῶν
18. νεύρων καὶ τῶν φλεβῶν, καὶ οὔτε εὔθετα οὔτε εὔσχετα
1. ἔσται, τουτέστιν οὔτε καλῶς ἀποκείμενα οὔτε καλῶς
2. ἀνειλημμένα.