3. Διάτασις μάλιστα τὰ μέγιστα καὶ πάχιστα καὶ ὁμαλὰ
4. καὶ ὅκου ἀμφότερα. δεύτερα ὧν τὸ ὑποτεταγμένον, ἥκιστα
5. ὧν τὸ ἄων.
6. Ἡ διάτασις, φησὶ, μάλιστα γίνεται κατ’ ἐκεῖνα τὰ μόρια,
7. καθ’ ἃ μέγιστα καὶ πάχιστά εἰσι τὰ ὀστᾶ καὶ τὰ περὶ
8. αὐτὰ σώματα, τουτέστιν οἱ μύες. οὗτοι γάρ εἰσιν οἱ μάλιστα
9. κατατείνεσθαι δεόμενοι, διότι καὶ μάλιστα ἀνασπᾶσθαι
10. πεφύκασιν ἐπὶ τὰς ἑαυτῶν κεφαλάς. ἔστι δὲ τοιοῦτον μόριον
11. ὁ μηρὸς, εἶθ’ ἑξῆς βραχίων καὶ κνήμη καὶ μετ’ αὐτὸν
12. ὁ πῆχυς, εἶτα τὰ κατ’ ἄκραν χεῖρα καὶ πόδα, ἐξαιρομένων
13. ἐν τῷ παρόντι τῶν κατὰ ῥάχιν. ἀλλὰ καὶ ὅκου,
14. φησὶν, ἀμφότερα τὰ ὀστᾶ πέπονθεν, ἀλλὰ μᾶλλον χρὴ διατείνειν
15. ὡς ἐπὶ πήχεος καὶ κερκίδος. ἥκιστα δὲ, τουτέστιν
1. ἐλάχιστα καὶ μετριώτατα ὄντα ἄνω, καθάπερ ἐπὶ χειρὸς
2. ἡ κερκίς. ἅπαντα δὲ ταῦτα ὡς ἔφην ἐν τῷ περὶ ἀγμῶν
3. ἐξείργασται.