4. Μᾶλλον δὲ τοῦ μετρίου βλάβη, πλὴν παιδίων, ἔχειν ἀνάντη
5. σμικρόν.
6. Παιδίων μὲν ἧττον τοῦ συμμέτρου γιγνομένη διάτασις,
7. ἐάν τε ἐπὶ καταγμάτων ἐάν τε ἐπὶ ἐξαρθρημάτων μόνη
8. ἀποτυχίαν φέρῃ· διαπλάσεως μὲν ἐπὶ τῶν καταγμάτων, ἐμβολῆς
9. δὲ ἐπὶ τῶν ἐξαρθρημάτων. οὐ μὴν ἀλλ’ ἥ γ’ ἔτι βλάβην
10. ἰδίαν ἔχει, καθ’ ἃ ἢ μᾶλλον αὕτη ὀδυνηρὰ μὲν ἐνεργουμένη,
11. φλεγμονὰς δὲ ἐξ ὑστέρου καί πυρετοὺς καὶ σπασμοὺς,
12. ἐνίοτε καὶ παραλύσεις ἐπιφέρει, καθάπερ Ἐρασίστρατος
13. ἑωρακέναι φησὶν ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου διαταθέντος
14. ἐπὶ πλέον. ἦττον δὲ οἱ παῖδες τῶν ἄλλων ἐπὶ τῇ πλεονασθείσῃ
15. τάσαι βλάπτονται, διὰ τὴν ὑγρότητα καὶ μαλακότητα
1. τῶν σωμάτων. ὡς γὰρ ἵμαντες οἱ μὲν ὑγροὶ καὶ μαλακοὶ
2. τῶν σωμάτων ἀλύπως ἐπὶ πλέον ἐκτείνονται, ῥήγνυνται
3. δὲ οἱ σκληροὶ καὶ ξηροὶ, κατὰ τὸν αὐτὸν τρόπον καὶ
4. οἱ μύες καὶ τὰ νεῦρα τὰ μὲν ὑγρὰ καὶ μαλακὰ ῥᾳδίως
5. ὑπακούοντα ταῖς τάσεσιν οὔτε ὀδυνᾶται σφοδρῶς οὔτε
6. ἀποῤῥήγνυται, τὰ δὲ σκληρὰ καὶ ξηρὰ διὰ τὸ μὴ δύνασθαι
7. χωρὶς μεγάλης βίας ἐκταθῆναι, σφοδρὰς ὀδύνας
8. ἐπιφέρει, οὐ μόνον κατὰ τὰς ὑπερβαλλούσας τάσεις, ἀλλὰ
9. κατὰ συμμέτρους. ἐν αὐτῷ δὲ τούτῳ καὶ σπῶνται καὶ
10. ἀποῤῥήγνυνται μυῶν καὶ νεύρων ἶνες. οὐκοῦν τούτων τι
11. γίγνεται τοῖς παιδίοις, οὔτε αὐτοῖς ἀκολουθοῦσιν
12. αἱ φλεγμοναὶ καὶ δι’ αὐτὰς πυρετοὶ καὶ παραφροσύναι
13. καὶ σπασμοὶ καὶ παραλύσεις. αὐτὸς μὲν οὖν ἐπὶ παιδίων
14. ἐποιήσατο τὸν λόγον, ἡμᾶς δὲ δεῖ μεταφέρειν αὐτὸν οὖν
15. ἐπὶ εὐνούχους τε καὶ γυναῖκας καὶ τοὺς ἐκ φύσεως ἢ
16. ἔθους, ὑγροὺς καὶ μαλακοσάρκους· αἱ τοιαῦται γὰρ κράσεις
17. τῶν σωμάτων καὶ ὑπακούουσί τε τῇ τάσει ῥᾳδίως οὐδεμία
18. τε βλάβη μεγάλη δι’ αὐτὸ τοῦτο, κἂν πλεονασθῶσιν,
1. ἀκολουθεῖν αὐτοῖς εἴωθεν. ὅσοι δὲ δι’ ἔθος ἢ φύσιν ἐσκλήρυναν
2. τὸ σῶμα, μόγις μὲν ὑπακούουσι τῇ τάσει, καὶ διὰ
3. τοῦτο καὶ ἧττον αὐτοὺς κατατείνεσθαι πρὸς τῶν ἰατρῶν
4. αὐτὸς ἔφη, μεγάλας δὲ καὶ τὰς βλάβας ἴσχουσιν ἐπὶ ταῖς
5. ἀμετροτέραις τάσεσιν. ἔχειν ἀνάντη σμικρὸν καὶ τοῦτο
6. ὁμοίως τοῖς πρὸ τούτου διὰ διττῶν αἰτιῶν εἴρηται, πρῶτον
7. δι’ ἀσφάλειαν καὶ ἕνεκα δὲ τοῦ μὴ πονεῖν τὰ πικρά· τὰ γὰρ
8. ἐναντία διὰ τὴν ὀδύνην βλαβερά.