Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 3.26, ed. Kühn, 1830, vol. 18b, p. 871-873. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:3.26


11. Ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι. ἡ
12. σκληρὴ δῆσαι, ἡ μαλακὴ λῦσαι, ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη
13. παχῦναι.

1. Δῆσαι μὲν λέγει τὸ πυκνῶσαι, λῦσαι δὲ τὸ ἀραιῶσαι
2. καὶ μαλακῦναι, μινυθῆσαι δὲ τὸ ἰσχνᾶναι. τὴν μὲν οὖν
3. σκληρὰν τρίψιν εἰκὸς δήπου καὶ τὴν τριβομένην σάρκα παραπλησίαν
4. ἑαυτῇ ποιεῖν ἐν τῷ πιλεῖν τε καὶ θλίβειν αὐτήν.
5. οὕτως δὲ καὶ τὴν μαλακὴν τρίψιν, ὁμοίαν ἑαυτῇ καὶ τὴν
6. σάρκα κατασκευάζειν, ὡς ἂν τῇ σκληρᾷ τἀναντία δρῶσαν.
7. τὴν δὲ πολὺ διαφέρουσαν ὑπὸ πλέον ἰσχναίνειν εὔλογον.
8. ἀνατρέφειν δὲ καὶ σαρκοῦν οὐχ ἁπλῶς τὴν ἀντικειμένην τῇ
9. πολλῇ τὴν ὀλίγην, ἀλλὰ τὴν μετρίην, ὅπερ εἶπε καὶ πρόσθεν
10. ἐπὶ τῆς τοῦ θερμοῦ ὕδατος χρήσεως. ἡ γὰρ παντελῶς ὀλίγη
11. τρίψις ὁμοίως τῇ βραχείᾳ καταχύσει τοῦ ὕδατος οὐδὲν αἰσθητὸν
12. ἐργάζεται. μέχρι τοσοῦτο τοίνυν χρὴ τρίβειν, ἕνεκα
13. σαρκώσεως, ἄχρι περ ἂν ἐκφάνη τὰ αὐτὰ γνωρίσματα τοῖς
14. ἐπὶ τῆς μετρίας καταχύσεως εἰρημένοις ἐν τῇ λέξει, καθ’
15. ἥν φησιν· ἔτι μετεωριζομένου δεῖ, πρὶν συμπίπτειν παύσασθαι.
16. τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται.
17. ὅτι δ’ οὐδὲν λείπει περὶ τῶν ἔργων τῆς ἀνατρίψεως ἐν τῷ
1. δευτέρῳ τῶν ὑγιεινῶν ἐπιδέδεικταί μοι. γιγνώσκειν μέντοι
2. χρὴ καὶ τοῦτο τοῖς πολλοῖς ἀγνοούμενον, ὡς οὐ τὴν ἐκ τῶν
3. κάτω μερῶν ἄνω γιγνομένην τρίψιν ὀνομάζουσιν οἱ Ἕλληνες,
4. ἀλλ’ ἅπασαν ἁπλῶς αὖ ἐπιτελουμένην καὶ σπάνιόν γέ ἐστι
5. τὸ τῆς τρίψεως ὄνομα παρ’ αὐτοῖς εὑρεῖν. ἀνάτριψιν γὰρ
6. ἔθος ἐστὶν αὐτοῖς ὀνομάζειν, ὃ νῦν ἡμίτριψιν καλοῦμεν.

Cliquer un n° de page pour en afficher l’image