Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 3.27, ed. Kühn, 1830, vol. 18b, p. 873-875. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:3.27


7. Εἰδεῖν δὲ τὸ πρῶτον ὁ μὲν ἐπιδεδεμένος μάλιστα
8. φάτω πεπιέχθαι κατὰ τὸ σίνος, ἥκιστα τὰ ἄκρα. ἡρηῶσθαι
9. δὲ, μὴ πεπιέχθαι τῷ πλήθει μὴ ἰσχύει. τὴν δὲ ἡμέρην
10. ταύτην καὶ νύκτα ὀλίγῳ μᾶλλον, τὴν δ’ ὑστέρην ἧσσον,
11. τρίτη χαλαρά. εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροις οἴδημα
12. μαλθακὸν, τῇ τρίτῃ δὲ τὸ ἐπιδεθὲν, ἰσχνότερον παρὰ
13. πάσας τὰς ἐπιδέσιας τοῦτο. τῇ δ’ ὑστεραίῃ ἐπιδέσει, ἢν
14. δικαίως ἐπιδεδεμένον φανῇ, μαθεῖν δεῖ. ἐντεῦθεν δὲ μᾶλλον
15. καὶ ἐπὶ πλείοσιν πιεχθήτω. τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον δὲ ἐπὶ
1. πλείοσιν. τῇ δὲ ἑβδόμῃ ἀπὸ τῆς πρώτης ἐπιδέσεως λυθέντα,
2. εὑρεθήτω ἰσχνὰ, χαλαρὰ τὰ ὀστέα. ἐς δὲ νάρθηκας δεθέντα,
3. ἢν ἰσχνὰ καὶ ἄκνησμα καὶ ἀνέλκεα ᾖ, ἐὰν μέχρις
4. εἴκοσιν ἡμερέων ἀπὸ τοῦ σίνεος. ἢν δέ τι ὑποπτένηται,
5. λῦσαι ἐν μέσῳ νάρθηκας διὰ τρίτης ἐρείδειν, ἡ ἀνάληψις,
6. ἡ ἀπόθεσις, ἡ ἐπίδεσις, ὡς ἐν τῷ αὐτῷ σχήματι ᾖ
7. διαφυλάσσειν.

8. Ἑρμάσματα μὲν ὅτι ἕρματα λέγουσιν οἱ Ἕλληνες εὔδηλόν
9. ἐστι κἀκ τοῦ παρὰ τοῦ ποιητοῦ λεχθέντος οὕτω·

10. ὑπὸ δ’ ἤρεον ἕρματα νηῶν.

11. ἀνάλογον δὲ αὐτῷ τὸ ἡρμόσθαι, τὸ οἷον ἐρηρεῖσθαι καὶ
12. ἐστηρίχθαι δηλοῖ. τοῦτ’ οὖν διὰ τὸ πλῆθος τῶν ὀθονίων
13. μᾶλλον ἢ τῆς ἰσχύος γίγνεται. κελεύει δὲ ἰδίως τὴν ἐκ τῆς
14. ἐπιδέσεως θλίψιν. εἴρηται δὲ καὶ περὶ τοῦδε καὶ περὶ τῶν
15. ἄλλων ἁπάντων, ὅσα κατὰ τὴν προκειμένην ῥῆσιν καὶ τὰ
1. ἐφεξῆς γέγραπται τελειώτατα διά τε τοῦ περὶ ἀγμῶν καὶ
2. τοῦ περὶ ἄρθρων, λανθανόντων ἐξηγεῖσθαι καὶ μεταφέρειν
3. εἰς τόδε τὸ βιβλίον, ὅσα τελέως ἐν ἐκείνοις εἴρηται καὶ
4. τοῦτο καὶ σαφῶς οὐχ ἡγοῦμαι προσήκειν. αἰσχρὸν γάρ μοί
5. ἐστιν αὖθις τὰ ἀριζήλως εἰρημένα μυθολογεῖν, ὃ πάντων
6. δεινότατον ἑρμηνεύειν τὸ νοηθὲν οὐκ ἐμοῦ μόνον φησίν.
7. ὑπερβὰς κατὰ αὐτὰ, καὶ γὰρ σαφῶς εἴρηται τοῖς ἀνεγνωκόσι
8. τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων, ἐπὶ τὰ συνεχῆ
9. τρέψομαι.

Cliquer un n° de page pour en afficher l’image