Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 3.28, ed. Kühn, 1830, vol. 18b, p. 875-879. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:3.28


10. Κεφάλαια, σχημάτων ἔθη, φύσεις ἑκάστου τῶν μελέων.
11. τὰ εἴδεα ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι, κατακεῖσθαι
12. ἐκ τοῦ ἔργου, ἐκ τοῦ ἀφεῖσθαι.

13. Εὔδηλον κατ’ αὐτῆς τῆς ῥήσεως ὅτι τὸ βιβλίον τοῦτο
14. γεγραμμένον ἐν τύποις ἐξεδόθη μετὰ τὸν τοῦ γράψαντος
15. αὐτοῦ θάνατον. εἰώθασι γὰρ οἱ τὰ τοιαῦτα ἐκγράφοντες 
1. διττῶς ὑπὸ τοὐ συγγραφέως γραφέντα ἢ ἔξωθεν, ἕνεκα τοῦ
2. διασκέψασθαι ποτέροις ἀμείνοσι αὐτοῖς ἑρμηνεῦσαι,
3. ταῦτα ἐπιγράφειν αὐτῷ τῷ συγγράμματι. τί γὰρ πιστεῦσαι
4. δύναται δὶς τὰ αὐτὰ γράψαι βουληθῆναι ἐν τούτῳ τῷ βιβλίῳ,
5. μηδεμιᾶς ἀνάγκης εὐλόγου γενομένης, ἔτι τε μᾶλλον
6. ἐν ᾧ βραχυλογίαν ἐσχάτην ἐπετήδευσεν, ἀλλ’ ἐπειδὴ τοῖς
7. πρὸ ἡμῶν ἔδοξε καὶ τὰ τοιαῦτα ἐξηγῆσαι καὶ ἡμεῖς αὐτοῖς
8. ἀκολουθήσαμεν. ὅταν μὲν οὖν τὰ κεφάλαια τῶν σχημάτων
9. ἐν ἴσῳ τῶν σκοπῶν εἴρηκεν, εἰς οὓς ἀποβλέποντες εὑρήσομεν
10. ἐφ’ ἑκάστῳ μέρει αὐτοῦ οἰκεῖον σχῆμα, πρόδηλόν ἐστι.
11. καὶ μὲν δὴ καὶ ὅτι τὰ ἔθη τῶν σκοπῶν τοιούτων εἶς ἐστιν,
12. εἴρηται καὶ πρόσθεν ἐν τῇδε τῇ ῥήσει· πάρεξις δὲ καὶ διάτασις
13. καὶ κατάτασις καὶ τἄλλα κατὰ φύσιν. φύσις δὲ ἐν μὲν
14. ἔργοις τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται τεκμαρτέον. ἐς δὲ
15. ταῦτα ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος·
16. ἐκ μὲν ἐλινύοντος καὶ ἀφειμένου τὰς ἰθυωρίας σκέπτεσθαι
17. οἶον τὸ τῆς χειρός. ἐκ δὲ τοῦ κοινοῦ ἔκτασιν, σύγκαμψιν,
1. οἶον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ
2. ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερα, οἶον σκέλεα
3. ἔκτασιν. ἀπὸ τουτέων γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι
4. ἂν μὴ μεταλλάσσοντα. ταῦτα γεγραφὼς ἀνήρω πῶς οὐκ ἂν
5. αὖθις ἔγραψεν αὐτῶν φαυλότερα κατὰ τὴν προκειμένην ῥῆσιν.
6. προειπὼν γὰρ ἐν αὐτῇ ἔθεα τε καὶ φύσιας ἑκάστου
7. μελέων, ἑξῆς τὰ εἴδεα, τουτέστι τὰς διαφορὰς αὐτῶν ἐξ
8. ἐνεργειῶν γνωρίζεσθαι βούλεται. τινὲς δὲ καὶ προσεγράψαντο
9. τὰ εἴδεα τῶν μελῶν, ἵνα ἡ λέξις οὕτως ἔχῃ· τὰ εἴδεα
10. τῶν μελῶν. περὶ γοῦν σκελέων ὡς ἐπὶ παραδείγματος ἔφη·
11. ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι. καὶ κατὰ ταῦτα προσέθηκεν
12. ἐκ τοῦ κατακεῖσθαι, ὅπερ ταὐτὸν ἔσται τῷ προγεγραμμένῳ
13. ῥήματι τῷ ἐλινύειν. καὶ μέντοι καὶ μᾶλλον ἐφεξῆς
14. τούτων εἰπὼν, ἐκ τοῦ ἔργου καὶ τοῦ ἀφεῖσθαι. τὸ μὲν
15. ἔργον ἀντὶ τῶν κατὰ μέρος ἔργων ἔλαβε, τοῦ τρέχειν καὶ
16. ὁδοιπορέειν καὶ ἑστάναι. τὸ δ’ ἀφεῖσθαι ἀντὶ τοῦ ἐλινύειν,
17. ὥστε οὐδὲν πλέον ἐν τῇδε τῇ ῥήσει διῆλθεν ἔργων καὶ ἡσυχίας·
1. οὐδὲ γὰρ ὅτι φύσεις ὠνόμασε μελῶν ἐν ἀρχῇ τῆς
2. ῥήσεως ἡγητέον αὐτὸν, ἀλλὰ τοῦτο τρίτον σχῆμα τῶν
3. κεφαλαίων εἰρηκέναι, μηδὲν τἄλλο τῆς φύσεως εἰρηκότα
4. γνώρισμα παρὰ τὰ ἔργα, τὸ ὅλον ὧδι ἔχει, καθάπερ ἐν τῇ
5. μικρὸν ἔμπροσθεν εἰρημένῃ ῥήσει γέγραπται. κατὰ πάντας
6. τοὺς καιροὺς τῆς θεραπείας τῶν κατὰ χειρουργίαν παθῶν
7. ἓν σχῆμα φυλάττεσθαι χρὴ τὸ κατὰ φύσιν τοῦ μέρους.
8. εὑρεθήσεται δὲ τοῦτο, φησὶν, ἐκ τοῦ ἐλινύοντος καὶ ἀφειμένου,
9. τουτέστιν ὅταν ἡσυχάζῃ τις, ἔκ τε τοῦ κοινοῦ, τουτέστι
10. τοῦ μεταξὺ τῶν ὑπερβολικῶν, ἔκ τε τοῦ ἔθεος, ἐν τῇ
11. δῆλόν ἐστι τὰ ἔργα καὶ τὸ ἐλινύειν περιέχεσθαι καὶ τὰ
12. δύο ταῦθ’ ἕξομεν γενικώτατα γνωρίσματα τοῦ κατὰ φύσιν
13. ἑκάστῳ μορίῳ γενομένῳ σχήματος, τό τε μέγα εἶναι τὸ
14. ὑπερβολῶν αὐτὸ καὶ ἔθος. ἐγὼ δὲ ἐν τοῖς περὶ μυῶν κινήσεως
15. ὑπὲρ τούτων διελθὼν, καὶ τὴν κατασκευὴν τῶν μορίων,
16. ἣν ἐξ ἀνατομῆς εὑρίσκομεν, ἐνδεικνύμενος τὰ κατὰ φύσιν
17. σχήματα τῶν μορίων, ὡς κἀν τῷ περὶ ἀγμῶν αὐτὸς ὁ Ἱπποκράτης
1. ἐδίδαξε· δύναται δὲ ἄλλος ἄλλοις ὀνόμασί τε καὶ
2. ῥήμασι χρώμενος περὶ τῶν εἰρημένων πραγμάτων ἕτερα
3. φαίνεσθαι λέγειν, οἷον καὶ ὅταν τις φαίη τὸ ἀνώδυνον· οὐ
4. γὰρ ἄλλο σχῆμά τι εὑρήσει πλὴν τοῦ κατὰ τὸ ἐλινύειν εἰθισμένου.
5. τὸ δὲ αὐτὸ τοῦτο καὶ μέσον ἐστὶ τῶν ὑπερβολικῶν.
6. ἀλλὰ κἀκ τῆς κατασκευῆς τῶν μορίων ἐνδεικτικῶς αὐτὸ
7. τοῦτ’ ἔστι τὸ εὑρισκόμενον.

Cliquer un n° de page pour en afficher l’image