8. Ὅτι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει.
9. Καὶ τοῦτο πρὸς ὑποτυπώσει φαίνεται γεγραφὼς ὁ
10. συγγραφεὺς τοῦ βιβλίου, τυχὸν ἴσως ταὐτὸ μηκῦναι βουλόμενος
11. ἐν τῷ πρὸς ἔκδοσιν ὑφ’ ἑαυτοῦ γραφομένῳ. καὶ
12. κατ’ ἄλλα τῶν ἀντιγράφων εὑρίσκεται γεγραμμένον οὕτως
13. τὸ, διότι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει, προβάλλοντος
14. αὐτὸ πρὸς ζήτησιν ἑαυτῷ τοῦ συγγραφέως χρησιμώτατον
15. ὧν οὐκ ἐν τοῖς κατὰ χειρουργίαν μόνην, ἀλλὰ καὶ τοῖς κατὰ
1. δίαιταν. ἐκθηλύνεται γὰρ ἅπαν ἀργούντων σῶμα καὶ ἄῤῥωστον
2. γίνεται, κρατύνεται δὲ καὶ ῥώννυται πραττόντων αὐτῶν,
3. τουτέστιν ἐνεργούντων, διττὴ ἡ πίστις τοῦ λόγου, πεῖρα
4. μὲν ἁπάντων τῶν προσεχόντων τὸν νοῦν τοῖς ἐναργῶς φαινομένοις.
5. ἡ δὲ ἀπὸ τῆς φυσικῆς κατασκευῆς ἔνδειξις ἐν
6. τοῖς ὑγιεινοῖς ὑπομνήμασι λέλεκται. ἐν οὖν τοῖς κατὰ χειρουργίαν
7. οὐ χρὴ παμπόλλῳ χρόνῳ φυλάττειν ἀκίνητα πεπονθότα
8. μόρια, καθάπερ ἔνιοι ποιοῦσιν ἀσφαλείας ἕνεκεν, ἀλλὰ
9. δεῖ κινεῖν αὐτὰ μετρίως, ὅταν ἀφλέγμαντα γένηται καὶ
10. τοῦτο ἄρχεσθαι μὲν πράττειν, ὅταν ὕδωρ θερμὸν καταχέηται
11. τοῦ πεπονθότος. ἐφεξῆς δὲ κἀν τοῖς λουτροῖς, εἶτα καὶ
12. χωρὶς τούτων.