1. Οἷσι δὲ ἐς διόρθωσιν μῆκος κυκλεῦντας πλάτος καὶ
2. πάχος τῇ ἐνδείῃ τεκμαίρεσθαι, μὴ ἀθρόα πληρεῦντας.
3. Θαυμάζω πῶς οὐκ εἶπε πρῶτον μὲν τὰς χρείας τῶν
4. σπληνῶν, εἶθ’ ὅπως ἄν τις αὐτῶν τύχοι. χρεία μὲν γὰρ
5. αὕτη διττὴ κράτησίς τε τῶν ὑποδεσμίδων ἀναπλήρωσίς τε
6. κατὰ τοιαῦτα τῶν μορίων, ἃ καλεῖν αὐτὸς εἴωθεν ἀπόξη τε
7. καὶ ἀπόξηρα, καθάπερ ἐστὶ, πήχεος μὲν πρὸς καρπῷ, κνήμης
8. δὲ πρὸς ποδί. περιβάλλειν γὰρ ἐν τούτοις ἀξιοῖ κυκλοτερῶς
9. τοὺς σπλῆνας, ὡς μετὰ τὴν ἐπιβολὴν τῶν ἔξωθεν
10. ἐπιδέσμων ἴσην εἶναι τῷ πάχει τὴν ἐπίδεσιν. οὐσῶν οὖν
11. δυοῖν χρειῶν τῆς ἐπιδέσεως τῶν σπληνῶν κρατήσεώς τε καὶ
12. ἀναπληρώσεως, ἣν αὐτὸς ὠνόμασε διόρθωσιν, ἀξιῶν αὐτοὺς
13. εἶναι τῷ μὲν μήκει τηλικούτους, ὡς ἐν κύκλῳ περιλαμβάνειν
14. τὸ ἐπιδούμενον σῶμα, τῷ πάχει δὲ καὶ τῷ πλάτει
15. κατὰ τὴν ἔνδειαν τῶν μορίων δηλονότι. τῷ μήκει μὲν ἐὰν
1. μικροὶ γενηθῶσι, κυκλοτερῶς περιβαλεῖν τὸ μόριον, ἀναγκαῖόν
2. ἐστι τὸ ἕτερον αὐτῶν πέρας ἐπὶ θατέρου τεθὲν ὑψηλότερον
3. ἀποφῆναι τὸ μέρος ἐκείνου τοῦ κώλου τῶν ἑκατέρωθεν,
4. ὥστε ἀνώμαλον εἷναι τὴν ἐπίδεσιν καὶ διὰ τοῦτο
5. χαλαράν. ἐὰν δὲ βραχύτεροι γενηθέντες ἢ ὥστε ψαύειν ἀλλήλων
6. τὰ πέρατα αὐτῶν, μεταξύ τινα χώραν ἀπολείπουσι
7. κενὴν, ἀνωμάλως πάλιν αὖ ἔσται κατὰ τὸν ἐναντίον τρόπον
8. ἡ ἐπίδεσις· ὡς γὰρ ἐπὶ τῶν μακροτέρων κυρτότητά τινα
9. καὶ ἐξοχὴν, οὕτως ἐπὶ τούτων ἔνδειάν τέ τινα καὶ κοιλότητα
10. λαβεῖν ἀναγκαῖον ἔσται τὸ χωρίον. τὴν περιβολὴν
11. δὲ τούτων τῶν σπληνῶν οὐκ εἰς ἅπαξ ἀθρόαν, ἀλλὰ κατὰ
12. βραχὺ κελεύει ποιεῖσθαι, λεπτομερεῖς μὲν γὰρ τῷ πάχει
13. τοὺς ἀνωτέρους τιθεμένους εἶναι δεήσει, παχυτέρους δὲ τοὺς
14. κατωτέρους. ἐὰν ἀθρόως ἕνα περιβάλῃς, ἔσται σοι σχῆμα
15. τῆς κατ’ αὐτὸ τὸ χωρίον ἐπιδέσεως, οἷον ἐξ ἀρχῆς ὑπῆρχε
16. τῷ κώλῳ.