5. Ὁκόσα δὲ ἐκχυμώματα ἢ φλάσματα ἢ σπάσματα ἢ οἰδήματα
6. ἀφλέγμαντα ἐξεργᾶται, ἐκ τοῦ τραύματος ἐς μὲν τὸ ἄνω τοῦ
7. σώματος τὸ πλεῖστον, βραχὺ δέ τι καὶ ἐς τὸ κάτω, μὴ
8. κατάντη τὴν χεῖρα ἔχοντα ἢ τὸ σκέλος, τιθέμενον τὴν
9. ἀρχὴν κατὰ τὸ τραῦμα καὶ μάλιστα τὰ ἐρείδοντα, ἥκιστα
10. τὰ ἄκρα, μέσως τὰ διὰ μέσου. τὸ ἔσχατον πρὸς τὰ
11. ἄνω τοῦ σώματος νεμόμενον ἐπιδέσει, πιέσει. ἀτὰρ καὶ
12. ταῦτα πλήθει μᾶλλον ἢ ἰσχύϊ, μάλιστα δὲ τουτέοισιν
13. ὀθόνια λεπτὰ, κοῦφα, μαλθακὰ, καθαρὰ, πλατέα, ὑγιέα,
14. ὡς ἂν ἄνευ ναρθήκων καὶ καταχύσει χρῆσθαι πλέονι.
1. Φλάσματα διὰ τοῦ φ καλεῖν ἔθος Ἱπποκράτει κατὰ τὴν
2. τῶν Ἰώνων διάλεκτον, ἃ πρὸς ἡμῶν ὀνομάζεται διὰ τοῦ θ
3. θλάσματα. γίνεται δὲ βαρέος τινὸς ἐμπεσόντος τῷ σώματι,
4. ὡς ἂν εἴποι τις, διασπάσαντος τὸ σαρκῶδες γένος. ἐνίστασθαι
5. πέφυκεν, ὅταν ἡ διαθλασθεῖσα σὰρξ εἰς τὴν ὑπὸ τῷ
6. δέρματι χώραν αἷμα προσχέῃ. τὸ τοιοῦτον πάθος ἐκχύμωμα
7. καλεῖται καὶ γίνεται δηλονότι τοῦτο μὴ διαιρουμένου
8. τοῦ δέρματος. εὔδηλον δὲ ὅτι καὶ φλέβες μικραὶ συνδιαιροῦνται
9. τῇ σαρκὶ κατὰ τὴν τῶν ἐκχυμωμάτων γένεσιν. τὰ
10. δὲ σπάσματα περὶ τὰς ἶνας γίνεται τῶν μυῶν ἐπὶ πλέον
11. ταθείσας, ὡς ἰνίας ῥαγῆναι, καὶ καλοῦσιν ἰδίως οἱ νεώτεροι
12. τῶν ἰατρῶν τὰ τοιαῦτα παθήματα ῥήγματα. τούτων
13. οὖν πρῶτος ὁ Ἱπποκράτης μνημονεύσας ἐφεξῆς αὐτὸς
14. ἔγραψεν οἰδήματα, πάντας οὕτως ὀνομάζειν εἴωθε τοὺς παρὰ
15. φύσιν ὄγκους· οἱ μετ’ αὐτὸν εἰς φλεγμονὰς καὶ σκίῤῥους
16. καὶ κληθέντα ὑπ’ αὐτοῦ ἰδίως οἰδήματα διῃρήκασι.
17. φλεγμονὰς δὲ ὁ Ἱπποκράτης ὀνομάζει τὰς φλογώσεις, ἀφ’ ὧν
18. τοὔνομα τίθεται τοῖς θερμοῖς ὄγκοις. ἔξωθεν δὲ τῶν εἰρημένων
1. ἐστὶ τὸ καλούμενον ἐρυσίπελας, φλογῶδες μὲν ἀεὶ,
2. σὺν ὄγκῳ δὲ οὐκ ἀεί. ταῦτα οὖν ἅπαντα τὰ κατειλημμένα
3. παρ’ Ἱπποκράτει ὀνομαστὶ πάθη τὴν μὲν κατὰ δίαιταν
4. καὶ φαρμακείαν ἑτέραν ἔχει θεραπείαν, τὴν δὲ κατὰ χειρουργίαν
5. ἐξ ἐπιδέσεως τρόπου γινομένην, ὅταν καὶ μάλιστα
6. ἐκ τῆς προϋπαρχούσης ἐπιδέσεως τὴν γένεσιν ἐσχηκότα, περὶ
7. ὧν νῦν ποιεῖται τὸν λόγον. τὸ γὰρ ἐξεργᾶται ἐκ τοῦ τρώματος,
8. οἷον ἐκθλίβεται ἢ ἐξαιρεῖται δηλοῖ. τινὲς ἄντικρυς
9. ἐξαίρεται γράφουσιν, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι. τὴν
10. δ’ ἐπίδεσιν αὐτῶν ἐν μὲν τῷ περὶ ἀγμῶν ἀπ’ αὐτοῦ τὸ
11. οἴδημα ἔχοντος μορίου ποιεῖται, νυνὶ δὲ ἀπὸ τοῦ τρώματος.
12. δῆλον δ’ ὅτι καλεῖ τρώματα τὴν βλάβην τοῦ μορίου καὶ
13. τοιοῦτόν γε τῆς καταγματικῆς ἐπιδέσεως ὑπαλλάττει νῦν,
14. ὅτι τὴν πλείστην νομὴν τῶν ἐπιδέσμων ἐπὶ τὸ ἄνω ποιεῖσθαι
15. κελεύει, βραχὺ δέ τι τὸ κάτω. τὸ μηδὲ κατάντη τὴν
16. χεῖρα ἔχοντα ἢ τὸ σκέλος, κοινὸν μέν ἐστι πρὸς τὴν καταγματικὴν
1. ἐπίδεσιν, ἀλλ’ ὡς μεγίστην ἔχον αὐτὸ δύναμιν
2. ἐπὶ τῶν νῦν προκειμένων οὕτως ἔγραψε, μή πως ἀμελέστερον
3. σχόντες εἰώθαμεν, ἐνίοτε μεγάλην αἱρώμεθα βλάβην.
4. ὅσα γὰρ ἀξιόλογον βλάβην ἢ ὠφέλειαν ἔχει καλῶς καὶ μὴ
5. καλῶς γινόμενα, ταῦτα ἀναμιμνήσκειν οὐκ ὀκνήσει συνεχέστερον.
6. ἐφ’ ὧν δὲ μικρὰν ὠφέλειαν ἢ βλάβην οἶδε γιγνομένην,
7. ἀρκεῖται περὶ τούτων ἅπαξ εἰπεῖν. ἐπὶ μὲν οὖν τῶν
8. καταγμάτων, ὅταν εὐθέως ἐπιδέηται, πρὶν ἤτοι φλεγμῆναι
9. τὸ πεπονθὸς ἤ τι τῶν νῦν εἰρημένων ἐπιγενέσθαι παθῶν,
10. τοῦ μὲν μηδὲν ἐπιῤῥεῖν τῷ πεπονθότι παραπλησίως ἡ πρόνοια
11. τῶν νῦν εἰρημένων ἐστὶν, οὐ μὴν τοῦ γε διαφορεῖσθαι
12. τὸ περιεχόμενον ἐν τῷ πεπονθότι, καθάπερ κἀπί τι τοιοῦτον
13. καὶ τοῖς κατὰ χύσιν προσέθηκεν, οὐχ ὡς οὐδ’ ὅλως ἐπ’
14. ἐκείνῳ χρώμενος, ἀλλ’ ὡς νῦν μᾶλλον. ἐπὶ πλέον γὰρ δεῖ
15. τοῖς τοιούτοις ὕδατος θερμοῦ καταχεῖν, ἵνα διαφορηθῇ τὸ
16. περιεχόμενον ἐν τοῖς ὠγκωμένοις. οὕτως οὖν καὶ αὐτὸς ἐν
17. τῷ περὶ πτέρνης λόγῳ καθ’ ἣν ἀφ’ ὑψηλοῦ πηδησάντων
18. ἐκχύμωμά τι γίγνεται σὺν τοῖς ἄλλοις οἷς ἔγραψεν εἰς τὴν
1. θεραπείαν αὐτῶν χρησίμοις καὶ τοῦτο προσέθηκεν, ὕδατι
2. θερμῷ πλείστῳ, οὐ τῇ πιέσει τὴν ἀσφάλειαν ἔχει τὸ ἐπιδούμενον
3. μόριον. εἴρηται μὲν οὖν αὐτῷ κἀπὶ τῶν καταγμάτων.
4. χρεία δὲ μείζων ἐπὶ τῶν νῦν προκειμένων ἐστὶν, ὅπως
5. μήτε θλίβοιτο καὶ διαφοροῖτο. διὰ τὴν αὐτὴν οὖν αἰτίαν
6. καὶ χωρὶς ναρθήκων ποιεῖται τὴν ἐπίδεσιν, ὥστε κατὰ δύο
7. τῆς καταγματικῆς αὐτὴν ἀποκεχωρηκέναι, καθόσον ἧττόν τε
8. πιέζεσθαι δεῖται καὶ μάλιστα ἐπ’ αὐτῶν ἀξιοῖ τὰ ὀθόνια
9. κοῦφα εἶναι καὶ λεπτὰ καὶ μαλθακὰ καὶ καθαρά. τούτων
10. γὰρ μάλιστα χρῄζει τὰ πιέζεσθαι μὲν ἧττον δεόμενα, διαφορεῖσθαι
11. δὲ μᾶλλον. προσέθηκε δὲ τὸ χωρὶς φλεγμονῆς
12. εἶναι δεῖν ἕκαστον τῶν εἰρημένων παθῶν, εἰ μέλλοιτο διὰ
13. τῆς εἰρημένης ἐπιδέσεως θεραπεύεσθαι, διότι τὰ φλεγμαίνοντα
14. τὴν ἐξ ἐπιδέσεως πίεσιν οὐδὲ μετρίως γιγνομένην
15. ἀνέχεται καὶ διὰ τοῦτο θεραπεύομεν αὐτὰ καταπλάσμασί τε
16. καὶ συνεχέσιν ὕδατος θερμοῦ καταχύσεσι καὶ φαρμάκοις
17. ὑγροῖς, ὅσα δηλονότι φλεγμονὰς ὠφελεῖσθαι ἱκανά.