1. Τὰ δὲ ἐκπτώματα ἢ στρέμματα ἢ διαστήματα ἢ ἀποσπάσματα
2. ἢ ἀποκλάσματα ἢ διαστρέμματα, οἷα τὰ κυλλὰ, τὰ
3. ἑτερόῤῥοπα, ἔνθεν μὲν ἐξέστη συνδιδόντα, ὅπη δὲ συντείνοντα,
4. ὡς ἐς τἀναντία ῥέπῃ ἐπιδεθέντα ἢ πρὶν ἐπιδεθῆναι
5. σμικρῷ μᾶλλον ἢ ὥστε ἐξ ἴσου εἶναι. καὶ τοῖσιν
6. ἐπιδέσμοισι καὶ τοῖσι σπλήνεσι καὶ τοῖσιν ἀναλήμμασι
7. καὶ τοῖσι σχήμασι, κατατάσει, ἀνατρίψει, διορθώσει,
8. ταῦτα καὶ καταχύσει πλείονι.
9. Περὶ τούτων ἁπάντων παθῶν ἔν τε τῷ περὶ ἀγμῶν
10. καὶ ἄρθρων αὐτὸς ἐδίδαξε τελεώτατα καὶ νῦν ὥσπερ ἄλλων
11. πολλῶν, οὕτως καὶ τούτων, οἷον ἐπιτομήν τινα γράφει, καθ’
12. ἑαυτὴν μὲν ἀσαφῆ διὰ συντομίαν, εὔδηλον δὲ τοῖς προσανεγνωκόσιν
13. ἐκεῖνα τὰ βιβλία. καὶ ἡμεῖς δὲ ὅτι φθάνομεν αὐτὰ
14. προεξηγήσασθαι, διὰ τοῦτο νῦν ὀλίγα ἀναμνήσεως ἕνεκεν
15. ἐροῦμεν. ἐὰν δέ τις ἐκ τοῦ κατ’ ἰητρεῖον ἄρχεται, τοῦτο
1. χρὴ τὸν διδάσκαλον σαφηνείας ἕνεκεν λέγειν ὅσα κατὰ τὸ
2. περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς ὁ Ἱπποκράτης ἔγραψεν, ἐν
3. ὑπομνήματι δὲ μεταγράφειν αὐτὰ καὶ παρατίθεσθαι νῦν.
4. κέκληκεν οὖν ἐν τῇ προκειμένῃ ῥήσει ὁ Ἱπποκράτης ἐκπτώματα
5. μὲν ἐπὶ τῶν ἐξηρθρηκότων, στρέμματα δὲ φώνει μὲν,
6. ὅταν διάρθρωσις ἀπαθής ἐστιν, ἐστράφη δὲ τὰ περὶ αὐτὴν
7. νευρώδη σώματα καὶ γίνεται μάλιστα τοῦτο τοῖς κενεμβατεῖν
8. λεγομένοις. διαστήματα δὲ ἐπὶ τῶν ψαυόντων μὲν ἀλλήλων
9. ὀστῶν φύσει καὶ χωρὶς διαρθρώσεως, ἀποστάντων
10. δὲ διά τι πάθημα. καὶ κατὰ τὸ περὶ ἀγμῶν καὶ ἄρθρων
11. αὐτὸς μέμνηται διϊσταμένων ὀστῶν ἀπ’ ἀλλήλων ὀνομαστί.
12. κατὰ μὲν ἀγκῶνα πήχεος, κερκίδος, ἐν δὲ τῇ ἄκρᾳ τῷ γόνυϊ
13. τῶν συντιθέντων αὐτὴν κατὰ τὸν πόδα τῶν πλησιαζόντων
14. τῇ πτέρνῃ. τὰ δὲ ἀποσπάσματα τῶν ὀστῶν γίγνεται,
15. καθάπερ αὐτὸς ἀπ’ ἀκρωμίου διῆλθεν, ὅταν τῶν συνδούντων
16. αὐτὰ διασπασθέντων ἀποχωρισθῇ πλεῖστον ἀπ’ ἀλλήλων
1. συνεχόμενα πρότερον. τὰ δὲ ἀποκλάσματα καλεῖται μὲν
2. ὑπὸ τῶν νεωτέρων ἀπάγματα. μέμνηται δὲ αὐτῶν ἐπὶ τέλει
3. ἐν τῷ περὶ ἀγμῶν καὶ ταῖς περὶ ἀγκῶνος εἶναι ἴνεσι καὶ τὸ
4. ἄπαγμα γέγραφεν αὐτὸς, ὅθεν ὁρμηθέντες οἱ μετ’ αὐτὸν
5. ἀπάγματα προσηγόρευσαν ὅσα πλησίον τῆς διαρθρώσεως
6. γίνεται κατάγματα, δι’ ὅλου τοῦ πάχους τῶν ὀστῶν,
7. ὡς ἀπ’ ἀλλήλων διαστῆναι τὰ μεγάλα καὶ καλοῦσιν οἱ νεώτεροι
8. αὐτὰ κατάγματα καυληδὸν γεγονέναι τὰ δὲ διαστρέμματα
9. τῶν στρεμμάτων διαφέρει, καθόσον ἅπτεταί πως τῆς
10. διαρθρώσεως ἐπ’ ὀλίγον αὐτὴν διαστρέφοντα καὶ συμμετακινοῦντα.
11. γίνεται δὲ καὶ περὶ ἓν ὀστοῦν, μάλιστα δὲ κνήμην
12. ἐπὶ τῶν παιδίων, ἣν καὶ μετὰ παραθέσεως τῶν ἐξευθυνόντων
13. ἑκατέρωθεν ἐπιδοῦμεν ἐκ φιλύρας ἤ τινος οὕτως
14. εὐτόνου τε καὶ μαλακοῦ ξύλου, ποιούμενοι δὲ λεπτὰ σανίδια.
15. κάλλιστα δὲ ἐποίησε καὶ αὐτὸς προσθεὶς τὸν διὰ τῶν
16. περιστρεμμάτων λόγον τὰ ἑτερόῤῥοπα. εἴτε γὰρ, ὥς τινες
17. γράφουσι, τὰ οἷα τὰ κυλλὰ ταῦθ’ ἑτερόῤῥοπα κατὰ πάσας
18. τὰς γραφὰς τὰ ἑτερόῤῥοπα συμφωνεῖται πᾶσιν. καὶ γὰρ
1. εἴσω καὶ ἔξω τὴν ῥοπὴν ἴσχει πολλάκις ἡ διάρθρωσις ὅλη
2. καὶ μάλιστα ἐν σκέλεσι κατὰ γόνυ καὶ κατὰ σφυρὰ, καὶ καλεῖται
3. τὰ μὲν ἔξω ῥέποντα βλαισὰ, τὰ δὲ ἔσω ῥαιβὰ
4. καὶ κυλλά. τούτοις ἅπασι τοῖς εἰρημένοις πάθεσιν ἐπίδεσις
5. ἁρμόττει, δύο τούτους ἔχουσα σκοποὺς, ὅπου μὲν ἀπεχώρησε
6. τὸ μόριον, ἐκεῖθεν αὐτὸ προσάγεσθαί τε καὶ ἐπικεῖσθαι
7. διὰ τῶν ἐπιδέσμων· ἐὰν δὲ ἐξέσται χαλαρὸν εἶναι τὸ
8. χωρίον, ὅπως δέχηται τὸ διὰ τῆς ἐπιδέσεως ὠθούμενον εἰς
9. αὐτό. συνδιδόναι δὲ, τουτέστιν ἀνιέναι καὶ μὴ τείνειν ἔνθα
10. χρὴ, τὸν ἐπίδεσμον ὑπακουστέον ἐστί. τὸ δὲ ἐξέστῃ κατ’
11. ἐκεῖνο τὸ μέρος τῆς ῥήσεως ἐν ᾧ φησιν, ὅπη δὲ, ὡς γενέσθαι
12. τὴν ὅλην λέξιν τοιαύτην· ὅθεν μὲν ἐξέστη συνδόντα,
13. τουτέστι χαλῶντα τὸν ἐπίδεσμον, ὅπη δὲ ἐξέστη συντείνοντα
14. ὡς εἰς τἀναντία ῥέπειν τῆς χώρας, εἰς ἣν ἐξέστη. τῆς δὲ
15. εἰς τἀναντία ῥοπῆς τοῖς ἐξεστῶσιν ὅρος οὕτω κατὰ φύσιν
16. ἔθετο. νικηθήσεται γὰρ οὕτω ἡ ἐπίδεσις ὑπὸ τοῦ παθήματος
17. εἰθισμένου τοῦ μορίου πολυχρονίῳ διαστροφῇ, ἀλλ’
18. ἐπέκεινα βραχὺ τοῦ κατὰ φύσιν ἄγειν ἀξιοῖ. τοῦτο γάρ ἐστι
1. τὸ λεγόμενον ὑπ’ αὐτοῦ σμικρῷ μᾶλλον, ὥστε ἐξ ἴσου εἶναι.
2. τὸ γὰρ κατὰ φύσιν ἴσον ἐστὶ καὶ τὴν εἰς ἐναντίον τόπον
3. ῥοπὴν ἐξ ἁπάντων κελεύειν, ποιεῖν ἡμᾶς ὅσα παραλαμβάνομεν
4. εἰς τὴν ἐπίδεσιν, ἃ καὶ κατὰ λέξιν αὐτὸς ὀνομαστὶ καὶ
5. τοῖσιν ἐπιδέσμοισιν. εἰπὼν, καὶ τοῖσι σπλήνεσι καὶ τοῖσι
6. ἀναλήμμασι καὶ πρὸς τούτοις ἔτι κατατάσει, ἀνατρέψει,
7. διορθώσει. κατὰ πάντα γὰρ ταῦτα δυνατόν ἐστι περιῤῥέπειν
8. εἰς τἀναντία τὴν ἐπίδεσιν ἐπὶ πλέον τοῦ κατὰ φύσιν,
9. ἀλλὰ καὶ καταχύσει πλέονι χρῆσθαι, καὶ λέγει προσθεὶς ἐνταῦθα
10. τῷ πλέονι παραλελειμμένον μὲν ἐν τῇ προτέρᾳ ῥήσει,
11. συνεπινοούμενον δὲ τοῖς εἰρημένοις. ἐπ’ ἐκείνων μὲν οὖν
12. ἕνεκα τοῦ διαφορῆσαι, ἐπὶ τούτων δὲ τοῦ μαλακῦναι χάριν
13. ὕδατος θερμοῦ καταχύσει χρῆται πλείονι.