Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 3.34, ed. Kühn, 1830, vol. 18b, p. 910-912. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:3.34


1. Βέλτιον δὲ καὶ τὸ ἄνωθεν, οἷον κνήμης καὶ τῶν μηρῶν καὶ
2. τὸ ἕτερον σκέλος τῷ ὑγιεῖ συνεπιδεῖν, ὡς ὁμοιότερον ᾖ
3. καὶ ὁμοίως ἐλινύῃ καὶ ὁμοίως τῆς τροφῆς ἀποκλείηται καὶ
4. δέχηται.

5. Τὴν τῶν μινυθημάτων ἐπίδεσιν ὀλίγον ἔμπροσθεν ἀλλοίαν
6. ἔφη χρῆναι ποιεῖσθαι τῆς καταγματικῆς. ἐν ἐκείνῃ
7. γὰρ πρόκειται, πρὸς τῷ τὴν ἐπιῤῥοὴν τοῦ αἵματος ἀνείργεσθαι,
8. ἔτι καὶ τὸ περιεχόμενον ἐν τοῖς πεπονθόσι μορίοις
9. ἄνω τε καὶ κάτω διωθεῖσθαι, πρὸς τῷ ἡσυχάζειν αὐτὰ μηδ’
10. ὅλως κινούμενα. διὰ γὰρ τῆς τοιαύτης ἔν τισι τελέως ἀφλέγμαντα
11. γενέσθαι τὰ πεπονθότα μόρια· νυνὶ δὲ οὔτ’ ἀνείργειν
12. τὴν ἐπιῤῥοὴν τοῦ αἵματος οὔτ’ ἐκκρίνειν τὸ περιεχόμενον
13. ἐν αὐτοῖς οὔτε ἀκίνητα φυλάττειν, ἀλλὰ τἀναντία
14. τούτων ἅπαντα πρόκειται πράττειν. τὴν οὖν ἐπίδεσιν, ὡς
15. ἔφην, καὶ πρόσθεν ἄρξασθαι ἀπὸ τῶν τινων ὑγιῶν χρή. 
1. πιέζουσαν δὲ ταῦτα τὸ μὲν ἐξ αὐτῶν αἷμα χρὴ ταῖς λελεπτυσμέναις
2. ἐκθλίβειν, αὐτὰ δὲ ἐν τῷ τελείως ἀπολαύειν κωλύειν.
3. ἐπὶ μὲν οὖν κνήμης ἢ πήχεος πεπονθότων ἱκανὸν
4. ἂν εἴη τὴν ἀρχὴν τῆς ἐπιδέσεως ἀπὸ βουβῶνος ποιεῖσθαι.
5. μηροῦ δὲ ἢ βραχίονος πεπονθότων, ἀναγκαῖόν ἐστιν ἀντικείμενον
6. ἐπιδεῖν κῶλον, ἐκ τῶν κάτω μὲν ἀρχομένους, ἀνιόντας
7. δὲ ἄχρι βουβῶνος ἢ μασχάλης. εἰ δέ ποτε καὶ
8. μεγάλως πῆχυς ἢ κνήμη πεπόνθοι, καθ’ ἑκάτερον ἐπιδεῖν
9. σκέλος ἢ βραχίονα ἄμεινόν ἐστιν, ὡς ὁμοίως τούτῳ τὸ μὴ
10. πεπονθὸς σκέλος ὑπερκειμένου τοῦ πεπονθότος μέρους εἴργηται
11. καὶ μὴ τρέφηται. διὰ τοῦτο οὖν εἶπεν, οἷον κνήμης
12. καὶ τῶν μερῶν καὶ τὸ ἕτερον σκέλος τῷ ὑγιεῖ συνεπιδεῖν,
13. ὡς ὁμοίως φησὶν ἐλινύειν, τουτέστι ἀργεῖν τὸ ἕτερον, σκέλος
14. δηλονότι τῷ κατὰ τὸ πεπονθὸς μηρῷ καὶ ὁμοίως ἀποκλείηται.
15. τὸ δὲ δέχηται διὰ τὸ μὴ βούλεσθαι τῆς τροφῆς, ἀποκλείειν
16. αὐτὸ τὸ ἐπιδούμενον, ὡς μηδ’ ὅλως διέρχεσθαί τι μέρος
17. αὐτῆς. εἴ γέ τις σφίγγει γενναίως, ἀποκλείεται τελείως
18. εὐθὺς μὲν καὶ τοῦ νεκρωθῆναι τὸ μόριόν ἐστι κίνδυνος.
1. εἰ δὲ καὶ μὴ γένοιτό ποτε τοῦτο, τὴν τροφήν γε πάντως,
2. ὥσπερ καὶ τῶν κατὰ τὸν μηρὸν μορίων, οὕτω καὶ κατὰ τὴν
3. κνήμην ἀφαιρήσεται. πρόκειται μὲν οὖν ἡμῖν οὐδὲ λεπτῦναι
4. τὸν μηρὸν, ἀλλ’ ἀναθρέψαι τὴν κνήμην. ἐπεὶ δὲ ὁ τῆς
5. ἐπιδέσεως τρόπος ἀτροφώτερον τὸ μόριον ἐξ ἀναγκῆς ἐργάζεται
6. προσιέμενοι τὴν τοιαύτην βλάβην ἄχρι τινὸς, εἶθ’
7. ὕστερον, ὅταν ἤδη μετρίως ἔσχῃ σαρκώσεως ἡ κνήμη, κοινὴν
8. ἀμφοτέρων ποιούμεθα πρόνοιαν. ἀποστῆναι τοιγαροῦν
9. χρὴ κἀνταῦθα τῆς ἐξηγήσεως, οἰομένων αὐτῷ τῷ λελεπτυσμένῳ
10. μορίῳ τὰ ὑπερκείμενα καὶ καθ’ ἑκάτερον σκέλος ἐπιχειρεῖν
11. συλλεπτύνειν, ἕνεκα τοῦ κρύπτεσθαι τὴν ἰσχνότητα
12. τῶν ἠτροφηκότων καὶ μὴ κατάφωρον γίγνεσθαι, μηδὲ ἐξελέγχεσθαι
13. τῇ παραθέσει τῶν εὐτροφούντων. οὐ μόνον γὰρ
14. Ἱπποκράτης, ἀλλ’ οὐδὲ τῶν ἐπιτυχόντων ἰατρός τις ἠξίωσεν
15. ἂν ἡμᾶς καλῶς ἰᾶσθαι.

Cliquer un n° de page pour en afficher l’image