4. Ἀνιέντα πρῶτον τὸ μάλιστα δεόμενον καὶ ἀνατρίψει χρώμενον
5. σαρκούσῃ καὶ καταχύσει ἄνευ ναρθήκων.
6. Πρῶτον εἴρηκεν ἤτοι κατὰ τὸν χρόνον ἢ κατὰ τὴν
7. δύναμιν καὶ κατὰ τὸν χρόνον ἤτοι τῆς μιᾶς ἐπιδέσεως ἢ
8. τῶν ἐφεξῆς ἀλλήλων παραβαλλομένων. ἐπεὶ δὲ ταῦτα πάντα
9. εἰσὶν ἀληθῆ, διὰ τοῦτο δῆλόν ἐστι τὸ λεγόμενον, εἰ μὴ ἄρα
10. ταῦτα πάντα βουλόμενος ἡμᾶς ἀκούειν, οὕτως ἔγραψεν.
11. εὐθὺς οὖν ἐπ’ αὐτῆς τῆς πρώτης ἐπιδέσεως, ἐπειδὴ
12. ταύτην ἐκ πολλοῦ ποιεῖσθαι χρὴ, τὴν μὲν πρώτην ἐπιβολὴν
1. τῶν ὀθονίων ἐρείδοντα, τὰ δὲ ἐφεξῆς ἀεὶ καὶ μᾶλλον ἀνιέντα,
2. μάλιστα δὲ κατὰ τὸ τῆς ἀναθρέψεως δεόμενον κῶλον, πιθανὸν
3. ἂν εἴη. τὸ μὲν κατὰ δύναμιν πρῶτον ἐπὶ τοῦ θεραπευομένου
4. μορίου λελέχθαι, τὸ δὲ κατὰ χρόνον τῆς ἐπὶ
5. πρώτης ἐπιδέσεως. εἰ δ’ ἐπὶ πασῶν τῶν ἐπιδέσεων ἀλλήλαις
6. παραβαλλομένων ἀκούομεν τῆς ῥήσεως, ὁ νοῦς ἔσται
7. τοιοῦτος. εἰ κατὰ τὰς πρώτας ἐπιδέσεις συνεπιδέοις τῷ
8. ὑγιεῖ, πάντως παρέξει ποτὲ αὐτὸς γυμνοῦν αὐτό. τοῦτ’
9. οὖν αὐτὸ πρῶτον ἐπὶ τῶν μάλιστα δεομένων ἀναθρέψεως
10. πράττειν καὶ διὰ τοῦτο μὴ καλῶς τρεφόμενα, τοῦ δ’ αἵματος
11. ἐπὶ τὸ πεπονθὸς ἑλκομένου διά τε τῆς ἀνατρίψεως καὶ
12. τῶν ἄλλων ὅσα σμικρὸν ἔμπροσθεν εἶπον, ἡ σάρκωσις ἐν
13. αὐτῷ μᾶλλόν τε καὶ θᾶττον ἔσται. τῆς μὲν οὖν ἀνατρίψεως
14. καὶ τῆς θερμῆς καταχύσεως ὕδατος αὐτὸς ἐμνημόνευσε, τοῦ
15. φαρμάκου δὲ οὐκ ἐμνημόνευσεν, ἐπειδὴ τῆς χειρουργίας μόνης
16. ὠφελείας ἐνταῦθα γινώσκει. οὐδὲ γὰρ τὸ διακινεῖν
17. αὐτὰ μετρίως ἄχρι τοῦ μὴ κοπωθῆναι, παραλελεῖφθαι δὴ
18. χρὴ δοκεῖν ὑπ’ αὐτοῦ. ἐπεὶ δ’ οὖν αὐτὸς ἐδίδαξε τὰ τοῖς
1. διδασκομένοις ὁμογενῆ, τῇ δὲ ἀνατρίψει κίνησις ἅπασα τῶν
2. ἀτροφούντων ὁμογενής ἐστιν. ὅπου δὲ καὶ θάτερον σκέλος
3. ἐλινύειν ἐκέλευσεν, ὁμοίως τῷ κατὰ τὸ πεπονθός κῶλον
4. ὑγιεῖ μορίῳ, δῆλός ἐστι τῷ ἀνατρίβειν ἀξιῶν κινεῖσθαι.
5. δυνατὸν γάρ ἐστι πῆχυν ἄνευ βραχίονος κινεῖν καὶ κνήμην
6. ἄνευ μηροῦ, θεραπεύων ἀτροφίαν, οὐ χρῄζει ἀκινήτου πήχεος
7. καὶ κνήμης. ἐπίσταται γὰρ οὕτως ἐκ τῶν ὑποκειμένων
8. ἅμα τῇ κινήσει θεραπευόμενα. τῆς δὲ ὁδοιπορίας αὐτῶν
9. διὰ τῶν πεπονθότων γινομένης ἐκεῖνα φθάνει προαπολοῦντα.
10. καὶ γὰρ ταῖς ἀνατρίψεσι καὶ ταῖς πιττώσεσι καὶ
11. ταῖς τῶν θερμαινόντων φαρμάκων προσφοραῖς πλεονεκτεῖ.
12. μέγιστον δὲ τεκμήριον ἔσται σοι τοῦ θερμαινομένων τῶν
13. ἀκρωτηρίων ἐπιῤῥεῖν αἵματος κώλοις πλέον ἡ γιγνομένη
14. κατ’ αὐτὰ θερμότης καὶ ἐρυθρότης. τελέαν μὲν ἤδη τούτων
15. ἔχεις τὴν ἴασιν, ἐμοῦ προστεθεικότος ἐκείνοις ἃ Ἱπποκράτης
16. εἶπε καὶ τὴν τῶν θερμαινόντων φαρμάκων προσφορὰν,
17. ἐν ᾧ γένει καὶ ἡ πίττωσίς ἐστιν. ὁ δὲ Ἱπποκράτης οὐκ
18. ἐμνημόνευσεν ὅλως ἐν τούτῳ τῷ βιβλίῳ φαρμάκου, καίτοι
1. μνημονεύσας ἐνίων παθῶν, δεομένων τῆς ἐκ φαρμάκων ἰάσεως,
2. ἐν οἷς ἐστι τὰ ἐκχυμώματα καὶ τὰ στρέμματα καὶ
3. τὰ σπάσματα. διότι μὲν τὴν κατὰ χειρουργίαν ὠφέλειαν
4. ἐν αὐτῷ φυλάξαι προὔθετο καὶ ταύτην οὐ πᾶσαν, ὡς ἔφην,
5. ἀλλ’ ἀναγκαιοτάτην τε καὶ χρησιμωτάτην τοῖς ἀρχομένοις
6. μανθάνειν τὴν τέχνην.