7. Τὰ δὲ ἑρμάσματα καὶ ἀποστηρίγματα οἷον
8. στήθεϊ, πλευρῇσι, κεφαλῇ καὶ τοῖσιν ἄλλοισιν ὅσα τοιαῦτα.
9. τὰ μὲν σφυγμῶν ἕνεκεν, ὡς μὴ ἐνσείηται, τὰ δὲ καὶ τῶν
10. διαστάσεων τῶν κατὰ τὰς ἁρμονίας. ἐν τοῖσι κατὰ τὴν
11. κεφαλὴν ὀστέοισιν ἐρεισμάτων χάριν ἐπί τε βήχεων ἢ
12. πταρμέων ἢ ἄλλης κινήσεως, οἷα τὰ κατὰ θώρακα καὶ
13. κεφαλὴν ἀποστηρίγματα γίγνεται, τουτέων ἁπάντων αἱ
14. αὐταὶ ξυμμετρίαι τῆς ἐπιδέσεως. ᾗ μὲν γὰρ τὰ σίνη
15. μάλιστα πιέζειν, ὑποτιθέναι οὖν εἰρίον μαλθακὸν, ἁρμόζον
1. τῷ πάθει, ἐπιδεῖν δὲ μὴ μᾶλλον πιεζεῦντα ἢ ὥστε
2. τοὺς σφυγμοὺς μὴ ἐνσείεσθαι, τάς τε διαστάσιας τῶν ἁρμονιῶν
3. ψαύειν τὰ ἔσχατα ἀλλήλων, μήτε ἀμφὶ τοῖσι
4. πταρμοῖσι καὶ βηξὶν, ἀλλ’ ὥστε ἀποστήριγμα εἶναι καὶ
5. μήτε ἀναγκάζηται μήτε ἐνσείηται.
6. Ἐκ μὲν τοῦ μὴ κελεύειν αὐτὸν ἠρεῖσθαι ἢ πιέχθαι
7. τὴν ἐπίδεσιν ἐπί τε παρεῤῥαμένων καὶ περιβαλλομένων ἔξωθεν,
8. ὁμοίως εἰρηκέναι καὶ περὶ τῆς ἐπιδέσεως αὐτῆς, ἢν
9. διὰ τῶν ὀθονίων ποιούμεθα, δῆλον ἦν τῆς ἑρμάζειν φωνῆς
10. τὸ σημαινόμενον ἀπὸ τῶν ἑρμάτων εἰληφὼς, ὡς καὶ ὁ ποιητὴς
11. μνημονεύων εἶπεν.
13. ὡς οὐδὲν διαφέρων ἢ ἐρείσματα εἰπεῖν ἢ στηρίγματα. φαίνεται
14. δὲ πολλάκις μὲν κεχρημένος τῷ ἑρμάζειν ἐπὶ τε τῶν
15. ἐπιδέσμων καὶ σπληνῶν καὶ παρερμάτων, σημαίνων τό γε
1. στηρίζειν. ἤκουσαν δὲ κατὰ πάσας τὰς ῥήσεις τοῦ ἑρμάζειν
2. οἱ ἐξηγηταὶ ταὐτὸ σημαινόμενον, ὅπερ κἀκ τοῦ στηρίζεσθαι·
3. ἀλλὰ νῦν γε φαίνεται γράψας ἐφεξῆς ἀλλήλων τὰς δύο φωνὰς,
4. τήν τε τῶν ἑρμασμάτων καὶ τὴν τῶν στηριγμάτων,
5. ἐνδείκνυσθαι διάφορον ἐξ αὐτῶν τι σημαίνεσθαι. μή τις οὖν
6. ἑρμάσματα μὲν ὠνόμασε τὰ κατὰ τὴν ἐπίδεσιν αὐτῶν ἕνεκα
7. τοῦ φυλάττεσθαι τὸ πεπονθὸς ἀκίνητον, ὑποβαλλόμενά τε
8. καὶ περιβαλλόμενα οὐ μόνον πρὸς τὰς μὲν πρώτας ὑποδεσμίδας
9. ἔχοντα καὶ ἄλλας τινὰς χρείας. ἀλλὰ καὶ τὴν τῶν
10. ἑρμασμάτων, εἶθ’ ἑξῆς τοὺς σπλῆνας ἑρμάσματα καὶ αὐτοὺς
11. ὄντας οὐ μόνον τοῦ κατάγματος, ἀλλὰ καὶ τῶν ἐπιδέσμων,
12. εἶτα τοὺς ἔξωθεν αὐτοῖς περιβαλλομένους ἐπιδέσμους κατὰ
13. τοὺς νάρθηκας καὶ τὰ παρέρματα. πάντα γὰρ ταῦτα τοῦ
14. κρατεῖν ἕνεκα τὰ ὑποβεβλημένα περιτιθέμενα τὴν
15. τῶν ἑρμασμάτων ἔχει χρείαν οὐ πρὸς αὐτὰ μόνον, ἀλλὰ καὶ
16. πρὸς τὰ κατάγματα. ἀποστηρίγματα δὲ δοκεῖ μοι λέγειν
17. ὅσα χωρὶς ἐπιδέσεως ἔξωθεν ὅλῳ τῷ πεπονθότι μορίῳ παρατιθέμενα
18. ἐκ δεξιῶν ἢ ἀριστερῶν ἢ κάτωθεν ἢ ἄνωθεν.
1. ὀνομάζω δὲ νῦν ἄνωθέν τε καὶ κάτωθεν, ὡς κατὰ μῆκος
2. ὅλου τοῦ σώματος. ἐν γὰρ τῇ κατὰ τὸ πάχος αὐτοῦ διατάσει
3. τὰ μὲν ὑποστηρίγματα κάτω εἰσὶ, τὰ δὲ ἐπεμβλήματα
4. πάντ’ ἄνωθεν ὁποῖ’ ἄττα. στηρίζεται δὲ τὸ μὲν ἄκρως ἐνίοτε
5. περιϊστάμενον κάτωθεν, ὀρθὸν ἄνωθεν. κεφαλὴ δὲ προσκεφαλαίοις
6. τέ τισι καὶ ὑπαυχενίοις ἐρίοις τε καὶ ῥάκεσι μαλακοῖς.
7. καὶ σωλῆνες δὲ καὶ παρατιθέμενοι τοῖς κατεαγόσι
8. σκέλεσιν ἑκατέρωθεν στηρίγματα ἂν εἴη. τὸ δ’ ἐντιθέμενον
9. εἰς τὴν μασχάλην ἔριον στρογγύλον, ὅταν ἐκπεπτωκὸς
10. τὸ κατ’ ὦμον ἄρθρον ἐμβαλλόμενον ἐπιδῶμεν, ἐγχωρεῖ προσαγορεύειν
11. ἑρμάσματά τε καὶ στηρίγματα. διὰ τί δὲ ἐπιδεῖται
12. καὶ αὐτὸ καθ’ ὅπερ τι μέρος γίγνεται τῆς ὅλης ἐπιδέσεως.
13. ἕρματά γε μὴν ἔξωθεν ἐπιτιθέμενά τε καὶ παρατιθέμενα
14. θώρακι καὶ κεφαλῇ στηρίγματα μᾶλλον, οὐχ ἑρμάσματα
15. κλητέον. ἐπενοήθη δὲ ταῦτα τοῖς ἰατροῖς διὰ τὰς ἀναγκαίας
16. κινήσεις τῶν μορίων, ἐνίας μὲν κατὰ φύσιν οὔσας, ὡς
17. ἀναπνοὴν ἐπὶ τῶν κατὰ θώρακα σφυγμῶν καὶ μηνίγγων,
18. ἐνίας δὲ παρὰ φύσιν, ὡς βῆχα καὶ πταρμὸν καὶ λυγμόν.
1. ὅσοι δὲ ἐν τοῖς φλεγμαίνουσι μορίοις γίγνονται σφυγμοὶ καὶ
2. προσέτι κατὰ τὰς κεφαλαλγίας τὰς σφοδρὰς ἐν ταῖς κατὰ
3. τοὺς κροτάφους ἀρτηρίαις. καὶ παλμοὶ δὲ πολλάκις μὲν ἐφ’
4. ὑποχονδρίων γιγνόμενοι, ἔστι δ’ ὅτε δὴ καὶ κατ’ ἄλλα μόρια
5. στηριγμάτων ἐδεήθη, καὶ τά γε στηρίγματα ταῦτα ποιητέον,
6. ποτὲ μὲν αὐτὰ μόνα, ὡς ἐπὶ τῶν κατὰ τοὺς κροτάφους
7. ἀρτηριῶν, ἐν κεφαλαλγίαις σφοδραῖς ἢ τῶν κατὰ ὑποχόνδρια
8. παλμῶν ἢ τραυμάτων αἱμοῤῥαγίαν ἀπειλούντων,
9. ἐνίοτε δὲ ἔριον ἐπιδέσμῳ περιλαμβάνοντες ἁπλῶς, καὶ χωρὶς
10. δὲ ἐπιδέσμων ἐνίοτε στηρίζομεν. ἐρίῳ τε στηρίζομεν τὰ
11. κατὰ θώρακά τε καὶ αὐχένα καὶ κεφαλὴν ὑπαυχενίοις τε
12. μαλακοῖς καὶ σακκίοις κούφοις κέγχρον θερμὴν ἔχουσιν, ὅταν
13. ἅμα πυριαθῆναί τε καὶ στηρίζεσθαι δέονται, μασχάλην δὲ
14. καὶ νῦν ἐκπεσοῦσαν καὶ ἀνατεθεῖσαν τοῖς μαλακοῖς ἑρμάσμασιν
15. ἐνίοτε στηρίζομεν. ἐπεμβληθεῖσι δ’ ἐνίοτε στηρίζομεν
16. ἔξωθεν ἁπαλοῖς στηρίγμασι. κοινοῦ τοίνυν ὄντος σκοποῦ
17. τοῖς ἰδίως ὀνομαζομένοις ἑρμάσμασι καὶ στηρίγμασιν
1. εἰκότως. οἵ τ’ ἐξηγησάμενοι τὸ βιβλίον ἓν ἐξ ἀμφοῖν οἴονται
2. σημαίνεσθαι καὶ ἡμεῖς αὐτοὶ πολλάκις ἀδιαφόρως χρώμεθα
3. τοῖς ὀνόμασιν. ὁ δὲ κοινὸς σκοπός ἐστιν, ὃν ὀλίγον
4. ἔμπροσθεν εἶπον, ὅπως ἐν ταῖς κινήσεσι μὴ σείηται τὰ μόρια.
5. διαφορᾶς μέντοι τινὸς οὔσης ἰδικῆς, ἣν ἄρτι διῆλθον,
6. ὅταν ἀκριβολογούμεθα, στηρίγματα μὲν ἐροῦμεν ὅσα τῆς
7. ἐπιδέσεως ἔξωθέν ἐστιν, ἑρμάσματα δὲ τὰ κατ’ αὐτὴν ἐκείνην
8. καὶ οὕτως διοριούμεθα, τὰ μὲν τοῖς ἀναγκαίως κινουμένοις
9. μορίοις, ὧν ταῖς κινήσεσι παύειν οὐκ ἔστιν ἐφ’ ἡμῖν,
10. στηρίγματα καλεῖσθαι, τὰ δὲ ἐν τοῖς ἀκινήτοις ἑρμάσματα.
11. σκέλος μὲν γὰρ καὶ χεῖρα κινεῖν ἐφ’ ἡμῖν ἐστι, θώρακα δὲ
12. καὶ μήνιγγας οὐκ ἐφ’ ἡμῖν. καὶ παλμὸς ἔν τινι μορίῳ γιγνόμενος
13. οὐκ ἐφ’ ἡμῖν ἐστιν, ὥσπερ οὐδὲ βὴξ ἢ πταρμὸς ἢ
14. λυγμὸς καὶ ὅ τι μάλιστα δυνατὸν ἀντέχειν αὐτοῖς ἐπὶ χρόνον
15. ἱκανὸν, ὡς μὴ γίγνοιτο. βιάζεται γὰρ ὕστερον ὅταν
16. ἰσχυρὰς σχῇ τὰς γεννώσας αἰτίας αὐτῆς καὶ μόνοις τοῖς
17. καρτερικωτάτοις δυνατὸν ἀνδράσιν ἀντισχεῖν τε καὶ
18. κωλύσαι τὴν γένεσιν αὐτῶν φαίνεται. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης
1. ἔγραψε κατὰ τὴν προκειμένην ῥῆσιν ἐπὶ μὲν τῶν
2. σφυγμῶν εἰπὼν, ὡς μὴ ἐνσείηται. καὶ προσέτι ἐπὶ τῆς κατὰ
3. τὴν κεφαλὴν ἁρμονιῶν διαστάσεως τῷ τῶν ἑρμασμάτων ἐφεξῆς
4. ὀνόματι κεχρημένος, ἐπὶ δὲ βηχῶν καὶ πταρμῶν καὶ
5. ὅλως τῶν κατὰ τὴν κεφαλὴν καὶ θώρακα κινήσεων τῷ τῶν
6. στηριγμάτων. ἡ μὲν οὖν τῶν ἁρμονιῶν διάστασις ἐπὶ κεφαλῆς
7. ἐν ταῖς καλουμέναις ῥαφαῖς γίγνεται κυρίως μὲν ἁρμονιῶν
8. ὀνομαζομένων, καθ’ ἃ ψαύει τὰ τῆς κεφαλῆς ἀλλήλων
9. ὀστᾶ, κατὰ μεταφορὰν δὲ ῥαφῶν· ἥρμοσται γὰρ ἀκριβῶς
10. ἀλλήλοις τὰ κατὰ τὸ κρανίον ὀστᾶ καὶ διὰ τοῦτο καθ’
11. ἁρμονίαν ἡ σύνθεσις αὐτῶν εἰκότως ἂν λέγοιτο γεγονέναι,
12. καθ’ ὁμοιότητα δὲ τὴν πρὸς τὰ ῥαπτόμενα ῥάκη. ῥᾷον
13. αὐτὰ τοίνυν ἐνίοτε διίστανται, καί ποτε καὶ ὀδύνην
14. ἐπιφέρουσιν, ὅταν φλεγμαίνωσιν οἱ συνάπτοντες αὐτὸν τὸν
15. περικράνιον ὑμένα τῇ σκληρᾷ μήνιγγι καὶ φλέβιά τινα μικρὰ
16. συνεξερχόμενα κατὰ τὰς ῥαφὰς φλεγμαίνει πολλάκις,
17. ἐφ’ ὦν διάθεσις ἡ κίνησις τῆς σκληρᾶς μήνιγγος ἐπιπιπτούσης
18. τοῖς φλεγμαίνουσιν ὀδύνην ἐργάσεται. παραπλησίως δὲ
1. καὶ κατά τινας φλεγμονὰς ἢ κινήσεις τῶν ἀρτηριῶν ἀλγηδόνας
2. ἀποτελεῖ. καὶ δεῖται τὰ τοιαῦτα παθήματα συμμετρίας
3. ἀκριβοῦς τῶν στηριγμάτων, ὅπως μήτε χαλαρὰ τοῖς
4. πεπονθόσι μέρεσι προσπίπτοντα κινουμένῳ διασείηται ῥᾳδίως
5. αὐτὰ καὶ διὰ τοῦτο πόνον ἐπάγει. μήτε αὖ πάλιν
6. αὐτὰ τὰ στηρίγματα περαιτέρω τοῦ προσήκοντος ἐρηρεισμένα
7. θλίβην ἐργαζόμενα παροξύνει τὰς ὀδύνας. ἡ δ’ αὐτὴ συμμετρία
8. τῆς τῶν ἐπιδέσμων περιβολῆς εἴρηται πρόσθεν αὐτῷ
9. καὶ κατ’ ἄλλα τινὰ πάθη προσηκόντως γίγνεσθαι τῆς καταγματικῆς
10. ἡλικίας καὶ ἐπιδέσεως χρῄζοντα. καὶ διὰ τοῦτο
11. ἔφη νῦν, τούτων δὲ αἱ αὐταὶ συμμετρίαι· τούτων δὲ λέγων
12. τῶν νῦν εἰρημένων, αὐτὰς δὲ τοῖς προειρημένοις συμμετρίας
13. εἶναι φάσκων, εἶτα καὶ τῶν συμμέτρων αὐτῶν ἀναμιμνήσκων
14. ἐν οἶς φησιν· ᾗ μὲν γὰρ τὰ σίνη μάλιστα πιέζει,
15. τουτέστιν ἔνθα εἰσί. τὸ γὰρ ᾗ νῦν ἀντ’ ἐπιῤῥήματος τοπικοῦ,
16. διὸ καὶ δασύνειν αὐτὸ καὶ περισπᾷν χρή. καὶ τοῦτο
17. δὲ τούτῳ τῷ πάθει συμφέρον ἐπιτιθέναι κελεύων τὸ ἁρμόζον
1. ἢ στηρίζον δηλονότι τῇ περιβολῇ τοῦ ἐπιδέσμου ποιεῖσθαί
2. φησι χρῆναι μὴ μᾶλλον πιέζοντος ἢ ὥστε τοὺς σφυγμοὺς
3. μὴ ἐνσείεσθαι, ὅπερ ἐστὶν ὑπὸ στενοχωρίας κωλύεσθαι
4. τὴν κίνησιν τῶν σφυζόντων, ὀδυνηρὸν γὰρ τοῦτο. πρὸς αὐτῷ
5. δὲ καὶ ἄλλον ὅρον ἔθετο κατὰ τὰς διαστάσεις τῶν ῥαφῶν
6. ἰδίως ὑπάρχοντα, καθ’ ὧν φησι, τάς τε διαστάσιας
7. τῶν ἁρμονιῶν συμψαύειν τὰ ἔσχατα ἀλλήλων, ἔσχατα λέγων
8. καθ’ ἃ μηκέτι μᾶλλον ἐγχωρεῖ συμψαύειν. δηλοῦται
9. δ’ ἐκ τούτου ἡ σφοδρὰ καὶ ἄμετρος θλίψις· ὥσπερ γὰρ οὐ
10. χρὴ κεχαλάσθαι τὴν ἁρμονίαν τῶν ὀστῶν, οὕτως οὐδὲ εἰς
11. ἄκρον ἐσφίγχθαι· καὶ γὰρ καὶ τοῦτο παρὰ φύσιν. οὗτοι μὲν
12. οὖν εἰσι τῆς ἰσχυρᾶς πιέσεως οἱ ὅροι. τῆς δ’ ἀμυδροῦς
13. ἐφεξῆς ὅροι μήτε ἀμφὶ τοῖς πταρμοῖς τε καὶ βηξὶν, ὡς εἰ
14. καὶ οὕτως εἶπε, μήτε ἐν τοῖς πταρμοῖσι καὶ ταῖς
15. βηξί σε σείεσθαι καὶ κλονεῖσθαι συμπεπονθότα μόρια, μηδενὸς
16. αὐτὰ συνέχοντος, ἐν ᾧ σφοδραὶ κινήσεις τὰ χαλαρὰ
17. καὶ ἀστήρικτα μόρια διασείουσαι βιαιότερον ἢ ὡς τοῖς πεπονθόσι
1. πρέπει μήτε παροξύνουσι τοὺς πόνους αὐτῶν. ἡ τοίνυν
2. συμμετρία τῶν στηριγμάτων ἐστὶν, ἣν ἐπὶ τέλει τῆς ῥήσεως
3. ἔγραψεν, εἰπὼν ὡς μήτε διαναγκάζηται μήτε ἐνσείηται, τουτέστιν,
4. ἵνα μήτε βιαίως θλίβηται τὰ πεπονθότα μήτε ἐν ταῖς
5. κινήσεσι σείηται, τουτέστιν ἵνα μήτε βιαίως μήτε χαλαρῶς
6. ἐπιδεδεμένα ᾖ.