1. Κατὰ τὸ σῖνος πιέζειν μάλιστα ἥκιστα τὰ ἄκρα, τὰ δὲ
2. ἄλλα κατὰ λόγον.
3. Καὶ τούτων ὁ λογισμὸς ἐν τῷ περὶ ἀγμῶν εἴρηται. καθόλου
4. γὰρ ἐπὶ πάσης ἐπιδέσεως, ἔνθα μὲν ἔσφιγκται μᾶλλον
5. ἡ ὑποκειμένη σὰρξ, ἐκθλίβεται τὸ περιεχόμενον ὑγρὸν
6. ἐν αὐτῇ πρὸς τὰ πέριξ, ἔνθα δὲ ἧττον, ἐνταῦθα δέχεται
7. τὸ μεταῤῥέον ἐκ τῶν μᾶλλον θλιφθέντων.